TLG 4165 001 :: ANONYMI IN ARISTOTELIS LIBRUM DE INTERPRETATIONE :: Commentarium in librum de interpretatione (e cod. Paris. gr. 2064) (fort. auctore quodam Alexandrino vel Constantinopolitano)

ANONYMI IN ARISTOTELIS LIBRUM DE INTERPRETATIONE Phil.
(Varia)

Commentarium in librum de interpretatione (e cod. Paris. gr. 2064) (fort. auctore quodam Alexandrino vel Constantinopolitano)

Source: Tarán, L. (ed.), Anonymous commentary on Aristotle’s de interpretatione [Beiträge zur klassischen Philologie 95] Meisenheim am Glan: Hain, 1978: 1–120.

Citation: Page — (line)

1

(1t)

Ἐξήγησις εἰς τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους καὶ εἰς τὰ γ
2tσχήματα.
3t〈Περὶ ὀνόματοσ〉.
4〈.....〉 οὐκ ὄντων δὲ κατ’ ἀλήθειαν, καί φησιν τὸ οὐκ ἄνθρωπος μὴ
5εἶναι ὄνομα. διὰ τί; ἐπειδή, ὡς ἔφαμεν, τὸ ὄνομα τοῦ ὀνομαζομέ‐ νου ἐστὶν ὄνομα, τοῦτο δὲ οὐδὲ ὀνομάζει τι ἀλλὰ μόνον εἰσφέρει πάν‐ τα τὰ παρὰ τὸ ἀναιρούμενον· καὶ γὰρ ὁ ἵππος οὐκ ἄνθρωπος καὶ ὁ βοῦς οὐκ ἄνθρωπος καὶ πάντα ὄντα τε καὶ μὴ ὄντα εἰσφέρει ἡ τοῦ τοιούτου ὀνόματος ἀναίρεσις. οὐδὲ λόγος δέ ἐστιν (οὔτε γὰρ εὐκτικὸς οὔτε
10κλητικός), οὐδὲ ἄλλο οὐδὲν εἶδος λόγου δύναται εἶναι, οὔτε ἀπόφασις δὲ δύναται εἶναι, ἐπειδὴ ἡ ἀπόφασις ἀναιρεθέντος τοῦ ἀρνητικοῦ μο‐ ρίου κατάφασιν ποιεῖ, τοῦτο δὲ ἀναιρεθέντος τοῦ ἀρνητικοῦ μορίου ὄνομα μὲν ποιεῖ κατάφασιν δὲ οὐ ποιεῖ, ἄλλως τε ἡ κατάφασις ἢ ἀλη‐
θεύειν θέλει ἢ ψεύδεσθαι, ἐν τούτῳ δὲ οὐδέτερον ὑπάρχει. ἐπειδὴ

2

οὖν, τούτων οὐδὲν ὄν, οὐδὲν δύναταί τι εἶναι, ἠμέλησαν δὲ καὶ οἱ ἀρχαῖοι περὶ τὸ θεῖναι αὐτῷ ὄνομα. τίθησιν αὐτὸς καὶ καλεῖ αὐτὸ ἀόριστον ὄνομα, ἐπειδὴ οὐδὲν ὡρισμένον δηλοῖ ἀλλὰ πάντα τὰ ἄλλα ἀορίστως εἰσφέρει, ὥστε καὶ αὐτὸ πρὸς τὰς φύσεις τῶν πραγμάτων
5τίθησιν [τὰ ὀνόματα]. Οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος. ἐπὶ ἕτερόν τι μεταβέβηκεν ὀφεῖ‐ λον ἐξετασθῆναι ἐν τῷ λόγῳ τῷ περὶ τοῦ ὀνόματος, τὰς πτώσεις τοῦ ὀνόματος μὴ εἶναι ὀνόματα, ἐπειδή, φησίν, μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐ ποιοῦσιν αὐτοτελῆ λόγον, τὰ δὲ ὀνόματα ἀποτελοῦσιν. ὀ‐
10νόματα δὲ λέγει τὰ κατ’ εὐθεῖαν μόνην προφερόμενα. οἱ μὲν γὰρ φιλόσοφοι τέσσαράς φασιν εἶναι πτώσεις οἱ δὲ γραμματικοὶ πέντε. ἐπεὶ δὲ ἂν αὐτοὺς ἔρωνται οἱ ἀπὸ τοῦ Περιπάτου, διὰ τί τὴν εὐθεῖαν πτῶσιν καλοῦσιν εἴπερ αἱ ἄλλαι διὰ τοῦτο πτώσεις λέγονται, διὰ τὸ ἀπὸ τούτου πεπτωκέναι, οἱ δὲ γραμματικοί φασιν “ἐπειδὴ πέπτωκεν
15καὶ τὸ κατ’ εὐθεῖαν ὄνομα ἀπὸ τοῦ νοῦ.” φασὶν πρὸς αὐτοὺς οἱ Πε‐ ριπατητικοὶ “οὐκοῦν καὶ τὰ ἄλλα μέρη τοῦ λόγου πτώσεις ὀφείλεται
καλεῖν.” εἰκότως οὖν οἱ φιλόσοφοι τὴν εὐθεῖαν μόνην καλοῦσιν

3

ὄνομα, ἐπειδὴ καὶ κατ’ αὐτὴν ὀνομάζονται τὰ πράγματα. ‘ἔστω γάρ,‘ φαμέν, ‘τοῦτο Σωκράτησ‘ ‘τοῦτο Πλάτων,‘ οὐ λέγομεν ‘καλείσθω οὗτος Σωκράτει‘ ἢ ‘Σωκράτους·‘ διὸ καὶ οἱ γραμματικοὶ ὀρθῶς ποιοῦντες κα‐ λοῦσιν αὐτὴν ὀνομαστικήν. καὶ ταῦτα μὲν περὶ τοῦ τὴν εὐθεῖαν ὄνο‐
5μα καλεῖσθαι, τὰς δὲ λοιπὰς πτώσεις ὀνόματος. Οὐ δεῖ δὲ οἴεσθαι ἐπειδὴ εἶπεν τὸ ὄνομα ἀληθεύειν μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ὅτι καὶ μετὰ παντὸς ῥήματος τοῦτο ποιοῦσιν· ἔστι γὰρ ὅτε συντάττεται κατηγορουμένως καὶ ποιεῖ αὐτοτελῆ λόγον, καί τινες τῶν φιλοσόφων τὰ μὲν συνταττόμενα τῷ ὀνόματι καὶ ποιοῦντα αὐ‐
10τοτελῆ λόγον ἐκάλεσαν σύμβαμα, διὰ τὸ ἐπισυμβαίνειν, οἷον τὸ ‘Σω‐ κράτης περιπατεῖ,‘ τὸ δὲ συνταττόμενον τῇ εὐθείᾳ καὶ μὴ ποιοῦν αὐ‐ τοτελῆ λόγον ἐκάλουν ἔλαττον ἢ σύμβαμα, οἷον ‘Σωκράτης λευκόσ‘ (λείπει γὰρ τὸ ἔστιν ἢ οὐκ ἔστιν), τὸ δὲ συνταττόμενον πλαγίῳ τινὶ καὶ ποιοῦν αὐτοτελῆ λόγον ἐκάλουν παρασύμβαμα, οἷον ‘Σωκράτει με‐
15ταμέλει‘ (δηλοῦντος τοῦ λόγου ὅτι ἐν μεταμελείᾳ διάγει), τὸ δὲ συνταττόμενον πλαγίῳ καὶ μὴ ποιοῦν αὐτοτελῆ λόγον ἐκάλουν ἔλαττον ἢ παρασύμβαμα.
Λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά. φησὶν ὅτι τῶν

4

πτώσεων τούτων καὶ τοῦ ὀνόματος ὁ ὁρισμὸς τὰ ἄλλα ὡσαύτως ἔχει (καὶ αὗται φωναί εἰσι σημαντικαὶ κατὰ συνθήκην ἄνευ χρόνου καὶ τὰ λοιπά), τούτῳ δὲ μόνῳ διαφέρουσιν ὅτι τὸ μὲν ὄνομα μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ἀληθεύει ἢ ψεύδεται, αὗται δὲ οὐδαμῶς.
5Ἄξιον δὲ ζητῆσαι διὰ τί μὴ κατ’ ἀρχὰς εὐθέως ἐντελῶς ὡρίσα‐ το τὸ ὄνομα ἀλλ’ ἐδεήθη τινῶν προσθηκῶν ἐν τῷ μέσῳ τῆς διδασκαλίας. ἔστι δὲ εἰπεῖν πρὸς τοῦτο ὅτι πολλαχῶς τὸ ὄνομα λέγεται· καὶ γὰρ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὥσπερ μικρὸν ὕστερον αὐτὸς ἐ‐ ρεῖ “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ
10σημαίνει τι.” καλεῖται δὲ ὄνομα καὶ πᾶσα φωνὴ ὑποκείμενον γινομένη ἐν προτάσει, καθ’ ὃν λόγον καί τινα τῶν ῥημάτων ὀνόματα κληθήσονται, οἷον ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν·‘ ἰδοὺ ἐνταῦθα τὸ περιπατεῖν ῥῆμα ὃν ἀντ’ ὀνόματος παραλαμβάνεται. τοιαῦτα δέ ἐστιν ἅπαντα τὰ ἀπαρέμφατα. τρίτον δὲ σημαινόμενον τοῦ ὀνόματος ὃ κατ’ ἀρχὰς ὡρί‐
15σατο. τέταρτον σημαινόμενον τοῦτο μετὰ τοῦ προσδιορισμοῦ τοῦ δια‐ κρίνοντος ἀπὸ τῶν ἀορίστων ὀνομάτων, ἃ ὁριζόμεθα οὕτως “ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηθέν τι μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι δηλοῦσα.” πέμπτον ση‐ μαινόμενον τοῦ ὀνόματος τὸ ἐν τέλει ἀποδοθὲν τὸ μετὰ τοῦ ἔστιν ἢ
20ἦν ἢ ἔσται ἀληθεῦον ἢ ψευδόμενον. ὥστε καὶ τὸ κατ’ ἀρχὰς ὁρισθὲν

5

ὄνομά ἐστι καὶ τὰ ἄλλα τὰ μετὰ προσδιορισμοῦ.
2tΠερὶ ῥήματος.
3Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον. μετὰ τὸ ὄνομα ἐφεξῆς περὶ τοῦ ῥήματος διδάσκει, καὶ ὁριζόμενος αὐτὸ ὅσα κοινὰ εἶχεν τῷ τοῦ
5ὀνόματος ὁρισμῷ παρῆκεν, καθὸ δὲ διέφερεν τοῦ ὀνόματος, τούτου ἐμνημόνευσεν, λέγω δὲ τοῦ προσσημαίνειν χρόνον. εἴρηται δὲ τί ἐστι προσσημαίνειν· σημαίνειν μὲν γὰρ δύναται καὶ τὰ ὀνόματα, προσσημαίνειν δὲ μόνα πεφύκασιν τὰ ῥήματα, τοῦτ’ ἔστι πρὸς τῇ ἐνεργείᾳ ἢ τῷ πάθει καὶ χρόνον σημαίνειν.
10Οὗ μέρος οὐθὲν σημαίνει χωρίς. διὰ τί τὰ ἄλλα κοινὰ τοῦ ὁρισμοῦ παρεὶς τούτου ἐμνημόνευσεν, καίτοι καὶ τούτου ἐμνημόνευσεν ἐν τῷ τοῦ ὀνόματος ὁρισμῷ; ἔστιν εἰπεῖν πρὸς τοῦτο ὅτι διὰ τοὺς λόγους τοὺς ἐκ ῥημάτων συγκειμένους, οἷον ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν·‘ εὑρίσκετο γὰρ ὁ ὁρισμὸς καὶ τούτῳ παντὶ τῷ λόγῳ ἁρμόζων.
15Καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον. ἐπειδὴ ὁ ἀπο‐
φαντικὸς λόγος ἐξ ὀνόματός ἐστι καὶ ῥήματος ἑνὸς μὲν ὑποκειμένου

6

τοῦ δὲ ἑτέρου κατηγορουμένου, φησὶν ὅτι τὸ ῥῆμα ἀεὶ κατηγορεῖται, τοῦτ’ ἔστι λέγεται κατὰ τοῦ ὀνόματος. φήσει δέ τις καὶ τῷ ὀνόματι ὑπάρχειν τὸ κατηγορεῖσθαι, οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν·‘ ἰδοὺ τὸ ζῷον καίτοι ὄνομα ὂν κατηγορεῖται τοῦ ἀνθρώπου. φαμὲν πρὸς τοῦ‐
5το ὅτι πρῶτον μὲν οὐκ ἠδυνήθη τέλειον ποιῆσαι λόγον κατηγορηθὲν τὸ ζῷον ἀλλ’ ἐδεήθη τοῦ ἔστιν, ἔπειτα τὸ ζῷον καὶ τὰ τοιαῦτα εἰ καὶ νῦν κατηγοροῦνται, ἀλλὰ γίνονται καὶ ὑποκείμενα, οἷον ‘τὸ ζῷ‐ ον οὐσία ἐστίν.‘ Εἰ δέ τις εἴποι ὅτι καὶ τὸ ῥῆμα γίνεται ὑποκείμενον (ὡς ἐν
10τῷ ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν·‘ ἰδοὺ τὸ περιπατεῖν ῥῆμα ὂν ὑ‐ πόκειται), φαμὲν πρὸς τοῦτο ὅτι ἀντ’ ὀνόματος παρελήφθη, δηλοῖ δὲ καὶ τὸ ‘τὸ‘ ἄρθρον συνταττόμενον, ὅπερ ἴδιον ἦν τῶν ὀνομάτων τὸ συν‐ τάττεσθαι ἄρθρῳ. εἰδέναι γὰρ δεῖ ὅτι, ἐπειδὴ καὶ αἱ ἐνέργειαι καὶ τὰ πάθη τῶν ὄντων εἰσίν, ἔχουσι καὶ φύσεις, ἔχουσι καὶ ὀνόματα
15(οἷον τοιάδε ἐνέργεια λέγεται τὸ περιπατεῖν). ὡς μὲν οὖν ἔχοντα φύσεις δηλοῦνται ἐν ταῖς Κατηγορίαις· λέγομεν γὰρ ‘Σωκράτης περι‐ πατεῖ‘ δηλοῦντες αὐτὴν τὴν φύσιν ὑπάρχειν Σωκράτει. ὡς δὲ ἔχοντα ὀνόματα γίνεταί ποτε ὑποκείμενα. καὶ ἁπλῶς εἰπεῖν τὸ μὲν ὄνομα πέφυκεν ὑποκεῖσθαι τὸ δὲ ῥῆμα κατηγορεῖσθαι· ὅταν δὲ ὄνομα κατη‐
20γορῆται ἀντὶ ῥήματος κατηγορηθήσεται, καὶ ὅταν ῥῆμα ὑπόκειται
ἀντ’ ὀνόματος ὑποκείσεται.

7

Λέγω δὲ ὅτι προσσημαίνει χρόνον, οἷον ὑγεία μὲν ὄνομα τὸ δὲ ὑγι‐ αίνει ῥῆμα. ὡς ἐπὶ τοῦ ὀνόματος ἐξηγήσατο τὸν ὁρισμὸν οὕτως κἀνταῦθα ποιεῖ, καὶ λέγει διὰ τί εἶπεν αὐτὸ προσσημαίνειν χρόνον, καὶ λαβὼν δύο τινὰ περὶ τὰ αὐτὰ εἱλούμενα δείκνυσιν οὖσαν διαφο‐
5ράν, διότι τὸ μὲν ὄνομά ἐστι τὸ δὲ ῥῆμα δηλοῦν τὸν ἐνεστῶτα χρόνον. Καὶ ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖόν ἐστιν. ἐξηγούμενος τὰ ἐν τῷ ὁρισμῷ παραληφθέντα καὶ εἰρηκὼς διὰ τί εἶπεν αὐτὸ προσ‐ σημαίνειν χρόνον, ὀφείλων ἐξηγήσασθαι τὸ ‘οὗ μέρος οὐθὲν σημαί‐
10νει χωρίσ‘ ὡς σαφὲς αὐτὸ παρῆκεν ἀπὸ τῶν ἐν τῷ ὀνόματι λεχθέν‐ των. ἐξηγεῖται δὲ νῦν τὸ προκείμενον, καί φησιν αὐτὸ τῶν κατη‐ γορουμένων σημεῖον εἶναι, εἶτα εἰδὼς ὅτι τὰ κατηγορούμενα ἢ οὐ‐ σιωδῶς κατηγορεῖται καὶ συμπληρωτικῶς τῆς οὐσίας τῶν ὑποκειμένων ἢ κατὰ συμβεβηκός, φησὶν ὅτι ἀμφοτέρων σημεῖόν ἐστι τὸ ῥῆμα.
15κατηγορεῖται οὐσιωδῶς μὲν τὸ ζῷον τοῦ ἀνθρώπου καὶ τὸ κινεῖσθαι τοῦ περιπατεῖν (ἓξ γὰρ ὄντων τῶν τῆς κινήσεως εἰδῶν ἓν ἔφαμεν
εἶναι τὴν κατὰ τόπον μεταβολήν· τὸ οὖν κινεῖσθαι γένος ὂν τοῦ

8

περιπατεῖν καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ, καὶ τὸ ζῷον τοῦ ἀνθρώπου καὶ ὅσα τοιαῦτα καθ’ ὑποκειμένου κατηγορεῖται). τὸ δὲ περιπατεῖν Σωκράτους κατὰ συμβεβηκὸς κατηγορεῖται, καὶ τὸ λευκὸν καὶ ὅσα τοιαῦτα. καὶ τὰ μὲν οὐσιωδῶς κατηγορούμενα λέγεται καθ’
5ὑποκειμένου τὰ δὲ κατὰ συμβεβηκὸς ἐν ὑποκειμένῳ· ἰστέον ὅτι εἰσί τινες κατηγορίαι οὐ κατὰ φύσιν, ὅταν οὐσία συμβεβηκότος κατηγορῆ‐ ται, οἷον εἴ τις ὁρῶν μηκόθεν τι λευκὸν εἴπῃ ‘τὸ λευκὸν ἄνθρωπός ἐστιν,‘ ἡ τοιαύτη κατηγορία λέγεται παρὰ φύσιν· οὐ γὰρ αἱ οὐσίαι πεφύκασιν ἐνυπάρχειν τοῖς συμβεβηκόσιν ἀλλὰ τὰ συμβεβηκότα ταῖς
10οὐσίαις. Ἐφ’ ὁτουοῦν ὑπάρχει καὶ ὄντος καὶ μὴ ὄντος. ἰστέον ὅτι τὰ ἐξ ἀμέσων ἐναντίων συγκείμενα ἀόριστα ῥήματα κατηγορούμενα τῶν δεκτικῶν τὰ ἐναντία εἰσάγει, οἷον ἐὰν εἴπω ‘οὐχ ὑγιαίνει Ἄνυτος,‘ δῆλον ὅτι νοσεῖ. ἐπὶ δὲ τῶν μὴ οὕτως ὄντων ῥημάτων πάντα εἰσ‐
15άγεται πλὴν τοῦ ἀναιρουμένου, 〈οἷον〉 ‘ὁ Σωκράτης οὐ περιπατεῖ‘ ἕτερα μυρία εἰσάγεται. Ὁμοίως δὲ καὶ τὸ ὑγίανεν καὶ τὸ ὑγιανεῖ οὐ ῥῆμα. ὅσα ἐπὶ τοῦ
ὀνόματος ἐξήτασεν ταῦτα καὶ ἐπὶ τοῦ ῥήματος, καὶ γὰρ περὶ τῶν

9

ἀορίστων καὶ περὶ τῶν πτώσεων. καί φησιν ὅτι τὸ ὑγίανεν καὶ ὑ‐ γιανεῖ οὐκ εἰσὶ ῥήματα ἀλλὰ πτώσεις ῥήματος. ταῦτα μόνα κἂν ἐ‐ νεργητικὰ κἂν παθητικὰ ἀξιῶν εἶναι ῥήματα τὰ κατὰ τὸν ἐνεστῶτα χρόνον λεγόμενα, τὰ δὲ κατὰ τὸν παρεληλυθότα ἢ μέλλοντα πτώσεις
5τούτων· κυριώτερος γάρ ἐστιν ὁ ἐνεστώς. δῆλον δὲ ὅτι δεῖ λαβεῖν ἐνεστῶτα τὸν κατὰ πλάτος θεωρούμενον· ὁ γὰρ ἀκαριαῖος ἀπεδείχθη ἐν τῇ Φυσικῇ ἀκροάσει μήτε ὑφιστάμενος ἀλλ’ ἅμα τῷ ἐπινοηθῆναι παριών, ὥστε οὐδὲ ἐνέργειαν ἐν αὐτῷ γινομένην ἐπινοῆσαι ἐγχωρεῖ. Τὰ δὲ τὸν πέριξ. πέριξ καλεῖ τόν τε παρεληλυθότα καὶ τὸν μέλ‐
10λοντα· περιέχειν γὰρ δοκοῦσιν τὸν ἐνεστῶτα. Αὐτὰ μὲν οὖν καθ’ αὑτὰ λεγόμενα τὰ ῥήματα. ὁρισάμενος τὸ ῥῆμα καὶ ἐπεξελθὼν τὸν ὁρισμὸν νῦν βούλεται περὶ τῆς δυνάμεως αὐτοῦ
εἰπεῖν, καί φησιν ὅτι καθ’ αὑτὰ σημαίνει τι. κατασκευάζει δὲ

10

ἀπὸ τοῦ τὸν ἀκούσαντά τι ῥῆμα ἠρεμεῖν. εἰ γάρ τις πλανωμένην ἔχων τὴν διάνοιαν καὶ ἀποροίη “τί πράττει Σωκράτης;” εἶτά τις οἴκοθεν ἐξελθὼν εἴποι ὅτι “περιπατεῖ” ἢ “γράφει,” εὐθέως ἀκού‐ σας τῆς πλάνης τε καὶ ἀγνοίας ἐπαύσατο· δῆλον ὅτι σημαίνοντός
5τι τοῦ ὑποκειμένου λεχθέντος ῥήματος, κἀντεῦθεν δὲ δῆλον ὡς ση‐ μαντικά ἐστι τὰ ῥήματα· εἰ γὰρ ἀσήμαντον εἶπεν ἐκεῖνος φωνήν, οὐκ ἂν ἔπαυσεν τῆς ἀγνοίας, εἰρηκὼς κνὰξ ἢ βλίτυρι. Ἀλλ’ εἰ ἔστιν ἢ μὴ οὔπω σημαίνει. φησὶν ὅτι τὰ ῥήματα σημαίνει μέν πώς τι δῆλον ἐκ τῶν εἰρημένων, οὐ μέντοι ἀλήθειαν ἢ ψεῦδος
10δηλοῖ. τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦτο, ‘ἔστιν ἢ οὐκ ἔστιν.‘ Οὐ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος. φησὶν ὅτι οὐχ ὑπάρχει τὸ ἔστιν ἢ οὐκ ἔστι δηλωτικὸν τῆς ἀληθείας (τὸ εἶναι γὰρ ἐνταῦθα παρέλαβεν ἀντὶ τοῦ ἔστιν· περὶ γὰρ τὸ αὐτὸ εἱλοῦνται ἄμφω). κατασκευάζει δὲ ὅτι οὐκ ἔστι τὸ ῥῆμα δηλωτικὸν
15ἀληθοῦς καὶ ψευδοῦς πράγματος ἀπὸ τοῦ μᾶλλον. φησὶν γὰρ ὅτι οὐδ’
αὐτὸ τὸ ἔστι τὸ καθολικώτερον πάντων τῶν ῥημάτων μυριάκις λεγό‐

11

μενον αὐτὸ καθ’ αὑτὸ δηλοῖ τι ἀληθὲς ἢ ψεῦδος. πῶς καθολικώ‐ τερον ὑπάρχει πάντων τῶν ῥημάτων τὸ ἔστιν, δῆλον ἐκ τοῦ πᾶν ῥῆμα εἰς μετοχὴν ἀναλύεσθαι καὶ τὸ ἔστιν, οἷον τὸ ‘γράφω‘ ‘γρά‐ φων εἰμί,‘ καὶ τὸ ‘γράφεισ‘ ‘γράφων εἶ,‘ καὶ τὸ ‘γράφει‘ ‘γρά‐
5φων ἐστίν.‘ εἰ οὖν τὸ ἔστιν αὐτὸ καθ’ αὑτὸ λεγόμενον μυριάκις, εἰς ὃ πάντα ἀναλύεται τὰ ῥήματα, οὐδὲν οὔτε ἀληθὲς ἢ ψεῦδος ση‐ μαίνει ὑφεξῃρημένων τῶν ῥημάτων τῶν ἐχόντων προσυπακουομένην ἀντωνυμίαν· διότι γὰρ ἔχουσιν ἀντωνυμίαν προσυπακουομένην, διὰ τοῦτο δηλοῦσίν τι ἀληθὲς ἢ ψεῦδος, οἷον ‘τρέχω‘ (προσυπακούεται
10γὰρ τὸ ἐγώ), ἢ ‘τρέχεισ‘ (προσυπακούεται τὸ σύ). διὸ ἐπὶ τῶν τρίτων προσώπων οὐκ ἔστι τὸ τοιοῦτον εὑρεῖν, διότι μηδὲν ὑπ‐ ακούεταί τι, εἰ μήτοι γε ἐφ’ ὧν ἐστὶν ὡρισμένον τὸ πρόσωπον, ὡς ἐπὶ τοῦ ‘βροντᾷ‘ καὶ ‘ὕει·‘ προσυπακούεται γὰρ ὁ Ζεύς. Οὐδ’ ἂν τὸ ὂν εἴπῃς αὐτὸ ψιλόν. κατασκευάζων ὅτι τὰ ῥήματα καθ’
15αὑτὰ λεγόμενα οὐ δηλοῦσί τι ἀληθὲς ἢ ψεῦδος ἀπὸ τοῦ μᾶλλον κατ‐ εσκεύαζεν λέγων ὅτι οὐδὲ τὸ ἔστι σημαίνει τι καθ’ αὑτό. νῦν δὲ ὥσπερ ἑαυτὸν ἐπιλαβόμενος ἀπὸ τοῦ ἔτι μᾶλλον αὐτὸ κατασκευάζει ὡς εἰ ἔλεγεν· οὐδὲ αὐτὸ τὸ ὄν, εἰς ὃ τὸ ἔστιν ἀναλύεται, μυριάκις
λεγόμενον αὐτὸ καθ’ αὑτὸ οὐδὲν ἀληθὲς ἢ ψεῦδος δηλοῖ.

12

Αὐτὸ μὲν γὰρ οὐδέν ἐστιν. φησὶν ὅτι τὸ ὂν οὐδέν ἐστιν, καὶ δῆλον ὅτι προσυπακουστέον τὸ ἀληθὲς ἢ ψεῦδος, ἐπεὶ ἄπορον ἔσται· εἰ γὰρ τὸ ὂν οὐδέν, σχολῇ ἂν τὰ ἄλλα πράγματα εἴη τι. λέγει δὲ ὅτι τὰ ῥήματα προσσημαίνουσίν τινα σύνθεσιν, ἣν σύνθεσιν οὐκ ἐγχωρεῖ
5σαφῶς γνῶναι, εἰ μή τις ἐκεῖνα προειδῇ [ἠ] ἐξ ὧν ἡ σύνθεσις σύγ‐ κειται.
7tΠερὶ λόγου.
8Λόγος δέ ἐστι φωνὴ σημαντική. πληρώσας τὴν περὶ τῶν μερῶν τοῦ λόγου διδασκαλίαν, ὀνόματός τε καὶ ῥήματος, νῦν περὶ αὐτοῦ τοῦ
10λόγου διδάσκει ὥσπερ κατ’ ἀρχὰς ὑπέστη. εἰρήκαμεν δὲ ὅτι ἐν τῇ ἀρχῇ ἀπαριθμούμενος ἃ μέλλει ὁρίζεσθαι τελευταῖον τέθεικεν τὸν λόγον, ἵνα τὸ τέλος αὐτῷ τῆς ἀπαριθμήσεως ἀρχὴ γένηται τῆς διδασκαλίας· οὐ μόνον δὲ διὰ τοῦτο, ὡς ἄν τις οἰηθείη, ἀλλ’ ὅτι καὶ τὴν ἀπόφανσιν μέλλων ὁρίζεσθαι καὶ γένος ἐν τῷ ὁρισμῷ παρα‐
15λαμβάνειν τὸν λόγον ᾠήθη δεῖν τὴν τοῦ γένους διδασκαλίαν προτά‐ ξαι· δεῖ γὰρ προεγνώσθαι τὰ γένη τῶν οἰκείων εἰδῶν· μάταιον γὰρ ἀσαφῆ ἐξ ἀσαφῶν καὶ ἄδηλα ἐξ ἀδήλων διδάσκειν. προλαμβάνει οὖν,
ὡς ἔφην, τὴν περὶ τοῦ λόγου διδασκαλίαν, ἐπειδὴ ἔχρῃζεν αὐτοῦ

13

εἰς τὸν περὶ ἀποφάνσεως λόγον. ὁρίζεται δὲ τὸν λόγον γένος λαμβάνων τὴν φωνήν· εἰ γὰρ τὰ μέρη τοῦ λόγου φωναί, δῆλον ὅτι καὶ ὁ λόγος. εἴρηται δὲ πῶς ἡ φωνὴ γένος ἐστὶ τοῦ λόγου, ὅτι ὡς ὕλη (τὰ δὲ λοιπὰ ἀντὶ διαφορῶν). “λόγος δέ ἐστι φωνὴ ση‐
5μαντική·” παρῆκεν ἐν τῷ ὁρισμῷ τὸ κατὰ συνθήκην, δῆλον ὅτι καὶ ὁ λόγος. ἢ ὅτι ἤμελλεν οἰκειότερον περὶ τούτου διαλέγεσθαι ὀ‐ λίγον ὕστερον, ὅτε καὶ ἀπομάχεται πρός τινα συλλογισμὸν πειρώ‐ μενον δεικνύναι τὸν λόγον φύσει εἶναι. Ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον. φησὶν ὅτι ὁ
10λόγος ἔχει τὰ μέρη σημαντικά, ἐπειδὴ δὲ ᾔδει μέρη ὄντα τοῦ λό‐ γου τὸ ὄνομα καὶ τὸ ῥῆμα, καὶ τὰς συλλαβὰς δέ, ἠπίστατο δὲ ὅτι τούτων τὰ μέν ἐστι σημαντικά, τό τε ὄνομα καὶ ῥῆμα, τὰ δὲ οὐκ ἔστι σημαντικά, αἱ συλλαβαί, διὰ τοῦτο οὐκ ἀποφαίνεται ἁπλῶς ὅτι ἧς τὰ μέρη σημαντικά ἐστιν ἀλλὰ προσέθηκέν τι, σημαίνων ὅτι
15οὐ πάντα σημαντικά ἐστιν ἀλλά τινα, τό τε ὄνομα καὶ τὸ ῥῆμα, αἱ δὲ συλλαβαὶ οὐδαμῶς εἰσι σημαντικαί.
Ὡς φάσις ἀλλ’ οὐχ ὡς κατάφασις. εἰδὼς ὅτι ὁ λόγος λέγεται ὁ

14

τοιοῦτος, οἷον ‘Σωκράτης περιπατεῖ,‘ λέγεται δὲ καὶ ὁ τοιοῦτος, οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων κάθηται.‘ ἠπίστατο δὲ ὅτι τοῖν λόγοιν τούτοιν ὁ μὲν δύναται ἔχειν τὰ μέρη σημαίνοντα ὡς καταφάσεις, ὁ δὲ πρότερος ὡς φάσεις μόνον. ‘ὡς δὲ φάσεισ‘ διὰ
5〈τὸ〉 τοῦτο ἀεὶ ὑπάρχειν εἶπεν· πᾶς μὲν γὰρ λόγος τὰ μέρη ἔχει ὡς φάσεις, οὐ πᾶς δὲ ὡς καταφάσεις ἀλλὰ μόνος ὁ ἐκ πλειόνων λό‐ γων συγκείμενος. φάσεις δὲ καλεῖ τὰ ὀνόματα καὶ τὰ ῥήματα διὰ τὸ φαίνειν τι καὶ δηλοῦν. εἴρηται δὲ καὶ ἔμπροσθεν ὅτι ἁπλῆ φωνὴ καὶ ὄνομα ἢ ῥῆμα καὶ φάσις καὶ ὅρος τῷ μὲν ὑποκειμένῳ τὰ
10αὐτά ἐστι τῇ δὲ σχέσει διαφέρουσιν· ὡς μὲν γὰρ σημαῖνόν τι ἁπλῶς λέγεται ἁπλῆ φωνή, ὡς δὲ προσλαμβάνουσα ἄρθρον καὶ μὴ προσση‐ μαίνουσα χρόνον λέγεται ὄνομα, ὡς δὲ μέρος λόγου λέγεται φάσις, ὅταν δὲ ὡς μέρος συλλογισμοῦ λαμβάνεται καλεῖται ὅρος. ἐνταῦθα οὖν φάσιν λέγει σημαίνειν τὰ μέρη. εἴρηται δὲ ὅτι πᾶς λόγος
15ἔχει τὰ μέρη ὡς φάσεις, οὐ πᾶς δὲ ὡς καταφάσεις· τὸ οὖν ἀεὶ ὑπάρχον τοῦτο εἶπεν, καὶ οὐκ εἶπεν τὸ ἐπί τινων συμβαῖνον ἀλλὰ τὸ ἐπὶ πάντων. Ἀλλ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν. ὁ ἄνθρωπος, φησίν, σημαίνει τι
ἀλλ’ οὐχὶ ἀλήθειαν ἢ ψεῦδος· οὕτω γὰρ ἂν κατάφασις ὑπῆρχεν ἢ ἀπό‐

15

φασις, ἀλλ’ ἐὰν προστεθῇ τι, δῆλον ὅτι τῷ ὀνόματι ῥῆμα ἢ τῷ ῥήματι ὄνομα. Ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ’ οὐ καθ’ αὑτό. ἐν μὲν τοῖς ἁπλοῖς ὀνόμασιν τὰ μέρη οὐθὲν οὔτε καθ’ αὑτὰ λαμβανόμενα
5οὔτε ἐν τῷ ὀνόματι λαμβανόμενα σημαίνουσί τι, ἐν δὲ τοῖς συνθέ‐ τοις ὀνόμασιν, 〈οἷον ἐν〉 τῷ Κάλλιππος, ἕως μὲν οὖν σύγκει‐ ται τὰ μέρη, σημαίνουσίν τι τὸ καλὸς καὶ τὸ ἵππος, καὶ δηλοῦ‐ σιν ἐξ αὐτῶν συγκεῖσθαι τὸ ὄνομα. καθ’ αὑτὰ δὲ λαμβανόμενα ταῦ‐ τα ἀσήμαντά ἐστιν. τὰ δὲ τοῦ λόγου μέρη σημαντικά ἐστιν. εἴ‐
10ρηται οὖν ὅτι ἐν μὲν τοῖς ἁπλοῖς ὀνόμασιν οὔτε συγκείμενα οὔ‐ τε διαιρούμενα τὰ μέρη σημαίνει τι, οἷον ἐν τῷ ἄνθρωπος, ἐν δὲ τοῖς συνθέτοις ἕως μὲν ἥνωνται τὰ μέρη σημαίνουσιν διπλόην τι‐ νὰ ἐν τῷ ὀνόματι, ὅτι ἐκ δύο τινῶν σύγκειται τὸ ὄνομα, ἐπὰν δὲ διαιρεθῶσιν οὐθὲν καθ’ αὑτὰ σημαίνει. τὰ δὲ τοῦ λόγου μέρη
15καὶ συγκείμενα καὶ διαιρούμενα σημαίνει τι. ἐπιστῆσαι δὲ χρὴ πῶς λαμβάνει ἐν τοῖς παραδείγμασιν ὀνόματα δοκοῦντα ἔχειν μέρη σημαντικά, ἵνα ταῦτα γνόντες μηδὲν σημαίνειν πολλῷ πλέον ἐν τοῖς ἄλλοις μὴ οἰηθῶμεν εἶναί τι μέρος σημαντικόν, ὥσπερ ἐν‐ ταῦθα παρέλαβεν τὸ μῦς, ὃ μέρος ἔχει τὸ ‘υσ‘ δοκοῦν σημαίνειν
20τὸν χοῖρον.

16

Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ. ὃ ἐν τῇ ἀρχῇ τοῦ λόγου ὑπέσχετο ποιῆσαι, νῦν ἥκει πρᾶξαι ὀφείλων τὸ εἰπεῖν ὅτι ὁ λόγος οὐκ ἔστι φύσει ἀλλὰ θέσει. φησὶν γὰρ ὅτι πᾶς λόγος σημαντικός, οὐχ ὡς ὄργανον δ’, ἐπειδή τινες πειρώμενοι
5δεικνύναι τὸν λόγον φύσει ἔλεγον τὸν συλλογισμόν· “πᾶν ὄργανον φυσικῆς δυνάμεως φύσει ἐστίν, οἷον τὸ ὀπτικῆς δυνάμεως ὄργανον ὀφθαλμὸς ὑπάρχον καὶ φύσεως ἔργον ἐστίν, ὁ λόγος ὄργανόν ἐστι φωνῆς φυσικῆς δυνάμεως, ὁ λόγος ἅρα φύσει.” ἡμᾶς δὲ ἀνάγκη ἢ τῶν προτάσεων λαβέσθαι ἢ συγχωρῆσαι τῷ συμπεράσματι. λαμβανό‐
10μεθα οὖν τῆς δευτέρας προτάσεως. οὐ γάρ ἐστιν ὁ λόγος ὄργανον φωνῆς ἀλλ’ ἀποτέλεσμα· εἰ γὰρ ὁ λόγος ὄργανόν ἐστι φωνῆς, ἔδει πάντα φωνὴν ἔχοντα διαλέγεσθαι. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι ὥσπερ ἡ ὀρχηστικὴ φυσικοῖς χρωμένη ὀργάνοις χερσίν τε καὶ ποσὶν ἀπο‐ τελεῖ Ἀχιλλέα κατὰ συνθήκην (δῆλον γὰρ ὅτι συνέθεντο ἀλλήλοις
15οἱ ἄνθρωποι διὰ τῶν τοιῶνδε σχημάτων σημαίνειν τὸν Ἀχιλλέα), οὕτως ἡ φωνὴ ὀργάνοις χρωμένη φωνητικοῖς τε καὶ διαλεκτικοῖς ὀργάνοις ἀποτελεῖ τοιόνδε λόγον κατὰ συνθήκην. εἰ δέ τις βού‐ λοιτο καλεῖν τὸν λόγον ὄργανον, ψυχῆς ἂν εἴη ὄργανον ὑπὲρ φύ‐ σιν οὔσης· τούτῳ γὰρ χρωμένη ἡ ψυχὴ τὰ νοήματα ἐκφαίνει.
20Ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει.

17

πληρώσας τὴν περὶ τοῦ ἁπλοῦ λόγου διδασκαλίαν, νῦν περὶ τοῦ εἴδους αὐτοῦ διαλαμβάνει τοῦ ἀποφαντικοῦ· ἓν γὰρ τῶν εἰδῶν αὐ‐ τοῦ ἐστὶν ὁ ἀποφαντικός. καὶ ἐντεῦθέν ἐστι λαβεῖν τὸν ὅρον τοῦ ἀποφαντικοῦ· τοῦτον γάρ φησιν εἶναι ἀποφαντικὸν ἐν ᾧ θεωρεῖται
5ἀλήθεια ἢ ψεῦδος. Ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις. οὐ γὰρ περὶ λόγους ἡ φιλοσοφία οὐδὲ περὶ τὴν τούτων θεωρίαν καταγίνεται, ἀλλὰ περὶ τὴν τῶν πραγμάτων σκέψιν, καὶ ἠγάπα 〈ἄν〉, εἰ δυνα‐ τὸν ἦν αὐτῇ δακτύλῳ ἑρμηνεύειν. ἐπειδὴ δὲ ἐδεήθη λόγων, τοὺς
10μὲν χρησίμους αὑτῇ αἱρεῖται τοὺς λοιποὺς παρίησιν γραμματικοῖς ἢ ῥήτορσιν. ἐκεῖνοι γὰρ περὶ τούτους καταγίνονται καὶ ῥυθμοὺς αὐτῶν καὶ σχήματα καὶ περιόδους καὶ ἀποδόσεις καὶ ὅσα τοιαῦτα ζητεῖν εἰώθασιν. Ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας. ἐντεῦθεν σαφές ἐστι κατα‐
15λαβεῖν τὸν σκοπὸν τοῦ προκειμένου βιβλίου· αὐτὸς γὰρ ἀποφαίνε‐ ται περὶ ἀποφαντικοῦ λόγου εἶναι τὴν θεωρίαν, τοῦτ’ ἔστι τὴν
ζήτησιν.

18

Ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικός. ὁρισάμενος τὸν ἀποφαν‐ τικὸν λόγον καὶ εἰρηκὼς περὶ τούτου εἶναι τὸν σκοπὸν ἐν τῷ προ‐ κειμένῳ λόγῳ, νῦν βούλεται εἰς τὰ οἰκεῖα εἴδη διελεῖν αὐτόν, καὶ λέγει τὴν κατάφασιν πρῶτον εἶναι λόγον ἀποφαντικόν, εἶτα τὴν ἀ‐
5πόφασιν. δύο δέ τινα λέγει περὶ τῆς καταφάσεως καὶ ὅτι εἷς ἐσ‐ τὶ λόγος ἀποφαντικὸς καὶ ὅτι πρῶτος. κατάφασιν δὲ λέγει τὴν ἐξ ἑνὸς ὀνόματος καὶ ῥήματος, οἷον ‘Σωκράτης περιπατεῖ.‘ ἕνα δὲ καλεῖ τὸν τοιοῦτον λόγον πρὸς ἀντιδιαστολὴν τῶν τοιούτων λό‐ γων τῶν ἐκ πλειόνων λόγων συγκειμένων, ὡς ὁ τοῦ ἀνθρώπου λόγος,
10ἢ τῶν συνδέσμῳ τὸ ἓν ἐχόντων, οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλά‐ των κάθηται.‘ καὶ οὗτος μὲν γὰρ εἷς ἐστὶν ἀλλ’ οὐ φύσει ἀλλ’ ἐξ ἐπιτεχνήσεως ἡμετέρας, ὥσπερ λέγομεν τὸ ξύλον ἓν καὶ τὴν θύ‐ ραν μίαν (καὶ τὸ μὲν ξύλον φύσει ἕν ἐστιν ἡ δὲ θύρα ἐκ κατασκευ‐ ῆς μία ἐστίν), οὕτως καὶ κατάφασις λέγεται μία ἡ φύσει ἓν ἔχου‐
15σα [ἔχουσα], οἷον ‘Σωκράτης περιπατεῖ,‘ λέγεται δὲ μία καὶ ἡ συνδέσμῳ τὸ ἓν ἔχουσα, οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων κά‐ θηται.‘ εἰπὼν ὅτι ἔστιν “εἷς πρῶτος” ἐδήλωσε τῇ φύσει τὸ ἓν ἔ‐ χουσαν καὶ διέκρινε τῶν τ’ ἐκ πλειόνων συγκειμένων καὶ τῶν συν‐ δέσμῳ τὸ ἓν ἐχόντων. τὸ δὲ ‘πρῶτοσ‘ εἰπών, ἀπορίαν ἐκίνησεν·
20“μήποτε οὐχ ὡς γένος εἰς εἴδη διαιρεῖται ὁ ἀποφαντικὸς λόγος

19

εἴς τε τὴν κατάφασιν καὶ ἀπόφασιν ἀλλ’ ὡς φωνὴ ὁμώνυμος· ἐν γὰρ τοῖς διαιρουμένοις ὡς γένος εἰς εἴδη οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον, ἐν δὲ τούτοις λέγει πρώτην εἶναι τὴν κατάφα‐ σιν· οὐκ ἄρα ὡς εἶδος διαιρεῖται.” ἔστι δὲ εἰπεῖν πρὸς τοῦτο
5ὅτι πρώτην λέγει ὡς ἁπλουστέραν τὴν κατάφασιν· ἡ γὰρ κατάφασις προσλαβοῦσα τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις. καὶ δεῖ προνενοῆσθαι τὴν κατάφασιν τῆς ἀποφάσεως, ἣν λέγει πρώτην εἶ‐ ναι ὡς στέρησιν καὶ εἶδος· ἡ μὲν γὰρ κατάφασις δοκεῖ εἶδος δη‐ λοῦν ὑπάρχειν λέγουσα, ἡ δὲ ἀπόφασις στέρησιν μὴ ὑπάρχειν λέ‐
10γουσα. Ἀνάγκη δὲ πάντα λόγον ἀποφαντικὸν ἐκ ῥήματος εἶναι ἢ πτώσεως ῥήματος. τὸ γὰρ κῦρος τὸ κατηγορούμενον ἔχει ὅθεν καὶ ὅλον τὸ εἶδος ἐξ αὐτοῦ ἔσχεν τὴν ὀνομασίαν· λέγεται γὰρ κατηγορικόν. πτώσεως δὲ εἶπεν διὰ τὰ ῥήματα τὰ ἐκ τῶν ἄλλων χρόνων, παρελη‐
15λυθότος τε καὶ μέλλοντος, οἷον ‘Σωκράτης ὑγίανεν‘ ‘Σωκράτης ὑ‐ γιανεῖ.‘ Καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος. λόγον καλεῖ τὸν ὁρισμὸν τὸ ζῷον
λογικὸν θνητόν. φησὶν οὖν ὅτι καὶ οὗτος ὁ λόγος μέν ἐστιν, ἂν

20

μὴ προσλάβῃ δὲ ῥῆμα, οὐκ ἔστιν ἀποφαντικὸς λόγος, ἀλλὰ ῥήματος καὶ ὑποκειμένου τάξιν σχήσει, εἰ μέλλοι ἀποφαντικὸν ποιήσειν. Διότι δὲ ἕν τί ἐστιν ἀλλ’ οὐ πολλά. ὃ βούλεται εἰπεῖν τοῦτό ἐστιν, ὅτι τὸ διδάξαι διὰ τί ταῦτα τὰ ὀνόματα πάντα συντεθημένα
5ἕν τι σημαίνουσιν ἀλλ’ οὐ πολλά, οὐκ ἔστι τῆς νῦν προκειμένης πραγματείας. Τὸ ζῷον πεζὸν δίπουν. τὸν τοῦ ἀνθρώπου ὁρισμὸν παραδείγματος ἕ‐ νεκεν παραλαβὼν οὐκ ἠκριβολογήσατο οὐδὲ οἰκεῖον ἀποδέδωκεν τὸν ὁρισμόν, διότι μὴ τοῦτο προύθετο.
10Οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται. τινὲς ἔλεγον ὅτι διὰ τοῦτο ἕν τι δηλοῦσιν καὶ οὐ πολλά, διότι ἐφεξῆς καὶ ἐπιτροχάδην λέγονται· ἐπεί, φασίν, εἴ τις εἴποι ‘τὸ ζῷον,‘ εἶτα διαλιπὼν εἴ‐ ποι πάλιν ἰδίᾳ ‘λογικόν,‘ καὶ πάλιν διαλιπὼν ὥραν εἴποι ‘θνητόν,‘ οὐ ποιήσεται ὁρισμόν. οἱ δὲ ταύτην φάσκοντες λύσιν τῆς ἀπορίας
15λέγουσιν μέν τι, οὐ μὴν τοῦτο μόνον ἐστὶν αἴτιον. εἰ γὰρ τοῦτο

21

ἀληθές, ὤφειλον παντοῖα ὀνόματα συντιθέμενα ποιεῖν ὁρισμόν, οἷ‐ ον ‘Σωκράτησ‘ ‘Πλάτων‘ ‘Ἀλκιβιάδης·‘ οὐκ ἄρα αὕτη ἐστὶν αἰτία. Ἔστι δὲ ἄλλης πραγματείας τοῦτο εἰπεῖν. ἐν γὰρ τῇ Μετὰ τὰ φυ‐ σικὰ τὰ ὄντα ᾗ ὄντα ἐστὶν ἐπισκεπτόμενος προτίθεται καὶ τὴν πε‐
5ρὶ τῶν ὁρισμῶν θεωρίαν. Ἔστι δὲ εἷς λόγος ἀποφαντικός. δοκεῖ τὰ αὐτὰ λέγειν ἃ καὶ πρό‐ τερον εἴρηκεν, κατὰ ἀλήθειαν δὲ ἄλλα καὶ ἄλλα λέγει· ἀνωτέρω μὲν γὰρ ἐπεσκέπτετο τὸ κατὰ τὴν λέξιν ἓν ἢ πολλά, ἐνταῦθα δὲ κατὰ τὸ σημαινόμενον. φησὶν οὖν ὅτι εἷς ἐστὶν ἀποφαντικὸς λόγος ὁ ἓν δη‐
10λῶν. ἔστι δὲ τῇ μὲν λέξει ἕνα εἶναι, σημαινόμενα δὲ πλείονα ἔ‐ χειν, οἷον ‘Αἴας ἐμονομάχησεν Ἕκτορι·‘ δύναται γὰρ καὶ ἀληθεύ‐ ειν καὶ ψεύδεσθαι, ὡς μὲν πρὸς τὸν Τελαμῶνος ἡμῶν λαμβανόντων ἀληθεύειν ὡς δὲ πρὸς τὸν Ὀϊλέως ψεύδεσθαι, δῆλον ὅτι ὡς πολλὰ σημαίνοντος τοῦ ῥηθέντος λόγου, εἰ καὶ τῇ λέξει ἁπλοῦς ἐφαίνετο.
15οὗτος οὖν οὐκ ἂν ῥηθείη εἷς ὡς πρὸς τὸ σημαινόμενον. ὁ οὖν ἓν σημαινόμενον ἔχων οὗτος λέγεται εἷς, καὶ ὁ ἐν δεσμῷ τὴν ἑνότητα
καὶ ἀκολουθίαν ἔχων, ὡς οἱ ὑποθετικοί· ‘εἰ ἡμέρα ἐστὶν ἥλιος

22

ὑπὲρ γῆν ἐστίν·‘ ἀκολουθεῖ γὰρ τῷ εἶναι ἡμέραν τὸ εἶναι ἥλιον ὑπὲρ γῆν· λεχθείη ἂν καὶ οὗτος εἷς. πολλοὶ δὲ οἱ πολλὰ σημαί‐ νοντες. οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων κάθηται‘ (ἢ ‘Σωκρά‐ της φιλεῖ‘), ὥσπερ ἀρτίως περὶ τῶν ὁμωνύμων ἐλέγομεν· οὗτοι γὰρ
5πολλὰ σημαίνουσιν· γίνονται δὲ οἱ τοιοῦτοι ἢ ὀνόματος ὄντος ὁ‐ μωνύμου ἢ ῥήματος ἢ ἀμφοτέρων. πολλοὶ δὲ πάλιν λέγονται λόγοι οἱ ἀσύνδετοι, οἷον ‘Σωκράτης περιπατεῖ Πλάτων κάθηται,‘ καὶ ἄλλα τοιαῦτα. Τὸ μὲν οὖν ὄνομα καὶ ῥῆμα φάσις ἔστω μόνον. μέλλων ὁ φιλόσο‐
10φος περὶ ἀποφάνσεως καὶ καταφάσεως καὶ ἀποφάσεως καὶ ἀντιφά‐ σεως διδάσκειν, ἐπειδὴ ἐν τούτοις πᾶσιν τὸ τῆς φάσεως ὄνομα κεῖται, ἀναγκαῖον ᾠήθη πρότερον περὶ φάσεως διαλαβεῖν, εἶτα καὶ πῶς συντεθεῖσα ἡ φάσις γίνεται κατάφασις ἢ τῶν ἄλλων τι. καί φησιν ὅτι φάσις ἔστω τὸ ὄνομα καὶ τὸ ῥῆμα διὰ τὸ φαίνειν τι,
15εἶτα δείκνυσιν ὅτι οὐ δύναται ἀπόφανσις εἶναι· φησὶν γὰρ ὅτι οὐ δυνάμεθα τοιοῦτο ὄνομα ἢ ῥῆμα προενέγκασθαι ὡς ἀποφαίνεσθαι, ἢ ἐρωτῶντός τινος ἢ αὐτὸν βουληθέντα εἰπεῖν, οἷον οὐ δύναται ἐρω‐
τηθείς τις “ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστιν,” ὄνομα ἢ ῥῆμα εἰπεῖν

23

ἀλλ’ ἀναγκάζεται λόγον εἰπεῖν ἀποφαντικόν. κἂν μὴ ἐρωτηθῇ ἀλλ’ αὐτὸς προαιρεθῇ διδάξαι ἕτερον, οὐ δύναται ὄνομα μόνον ἢ ῥῆμα εἰπὼν αὐταρκῆ λόγον ἀποδοῦναι πρὸς διδασκαλίαν οὐδὲ ἀπο‐ φαίνεσθαί τι, εἴπερ ἡ ἀπόφανσις δεκτική ἐστιν ἀληθείας καὶ ψεύ‐
5δους. ὁ δὲ ὄνομα εἰπὼν 〈ἢ〉 ῥῆμα οὔτε ἀληθεύει οὔτε ψεύδεται· οὐκ ἄρα δύναται ἀπόφανσις εἶναι. δῆλον δὲ ὅτι οὐδὲ τῶν εἰδῶν αὐτῆς τι, πολλῷ δὲ πλεῖον ἀντίφασις, ἐπειδὴ αὕτη τῶν δύο χρῄζει ἅμα καταφάσεως τε καὶ ἀποφάσεως. ἐπειδὴ οὖν τούτων οὐδὲν δύναν‐ ται εἶναι, καλείσθωσαν, φησίν, ἑκάτερον αὐτῶν φάσις, καὶ δῆλον
10ὅτι αὐτοῦ ἐστιν ἡ ὀνοματοθεσία ὡς δηλοῖ τὸ ἔστω. Ἄξιον δὲ ἀπορίας τί δήποτε ἐν τῷ περὶ ὀνόματος καὶ ῥή‐ ματος λόγῳ ἰδίᾳ περὶ ἑκάστου διαλαβὼν καὶ φήσας αὐτὰ μηδὲν ἀλη‐ θὲς ἢ ψεῦδος σημαίνειν, ὅτε καὶ ἐπὶ τοῦ ὀνόματος τὸν τραγέλαφον ἔφη δηλοῦν μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἂν μὴ τὸ ἔστιν ἢ ἦν
15ἢ ἔσται προστεθῇ, καὶ πάλιν ἐν τῷ περὶ ῥήματος λόγῳ εἰπὼν “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι,” νῦν ὡς μηδὲν εἰρηκώς πω περὶ αὐτῶν φησὶν ὅτι οὐκ εἰσὶν ἀποφάνσεις διὰ τὸ μὴ σημαίνειν ἀληθὲς ἢ ψεῦδος; φαμὲν πρὸς τοῦ‐ το ὅτι ἐκεῖσε μὲν ὡς τὰς φύσεις αὐτῶν ἐξετάζων εἶπεν, ἐνταῦθα
20δὲ τήν τε ὀνομασίαν ἐδίδαξεν καὶ τὴν χρῆσιν πῶς δεῖ αὐταῖς κε‐

24

χρῆσθαι, ὅτι ὡς φάσεσιν μόνον καὶ οὐχ ὡς ἀποφάνσεσιν. Τούτων δὲ ἡ μὲν ἁπλῆ ἐστὶν ἀπόφανσις. τούτων, φησίν, τῶν ἀπο‐ φαντικῶν λόγων ἐστὶν ἡ μέν τις ἁπλῆ ἀπόφανσις ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις, οἷον ‘Σωκράτης περιπατεῖ‘ ‘Σωκράτης οὐ περιπατεῖ·‘
5ταῦτά φησιν ἀποφάνσεις εἶναι ἁπλᾶς, τὰς δὲ ἐκ πλειόνων συγκει‐ μένας λόγους συνθέτους ὀνομάζει. πάλιν δὲ δοκεῖ τὰ αὐτὰ λέγειν τοῖς πολλάκις εἰρημένοις· φαμὲν πρὸς τοῦτο ὅτι ἔστι διαιρεῖν τοὺς λόγους κατὰ τὸ πρῶτον καὶ τὸ δεύτερον, καὶ κατὰ τὸ ἓν ση‐ μαίνειν ἢ πολλά, καὶ κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον. ἐξ ἀρχῆς οὖν
10διεῖλεν κατὰ τὸ πρῶτον καὶ δεύτερον, εἶτα κατὰ τὸ ἓν σημαίνειν ἢ πολλά, νῦν δὲ κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διεῖλεν. Ἔστι δὲ ἡ μὲν ἁπλῆ ἀπόφανσις φωνὴ σημαντική. οἱ βουλόμενοι ὡς φωνὴν ὁμώνυμον διαιρεῖσθαι τὴν ἀπόφανσιν ἐκ ταύτης πάλιν τεκμαί‐ ρονται τῆς ῥήσεως· ἰδοὺ γάρ, φασίν, ἀπὸ τῶν κατὰ μέρος διδάσκει
15τὸ καθόλου ὅπερ ἐπὶ τῶν φωνῶν εἴωθεν συμβαίνειν· λέγομεν γὰρ ‘κύων ἐστίν,‘ οἷον ὁ θαλάττιος καὶ ὁ χερσαῖος καὶ ὁ ἀστρῷος, οὐ μέντοι λέγομεν ‘ζῷόν ἐστιν,‘ οἷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς, ἀλλὰ οἰκεῖόν τινα καὶ τῆς φύσεως δηλωτικὸν ἀποδίδομεν τῶν γενῶν
λόγον, τὰς μέντοι ὁμωνύμους φωνὰς ὡς μηδὲ ἐχούσας φύσεις μηδὲ

25

δυναμένας ὁρισμῷ δηλωθῆναι διὰ τῶν κατὰ μέρος διδάσκομεν. εἰ οὖν τοῦτο φαίνεται ποιῶν ἐνταῦθα ὁ Ἀριστοτέλης καὶ διὰ καταφά‐ σεως διδάσκων τὴν ἀπόφανσιν, δῆλον ὅτι φωνή ἐστιν ὁμώνυμος. λέ‐ γομεν πρὸς τοῦτο ὅτι οὐδὲν κωλύει ἀνωτέρω ἀποδεδωκότα αὐτῆς ὁρι‐
5σμὸν ἐνταῦθα ὑπογραφήν τινα ἀποδοῦναι. Περὶ τοῦ ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν. τοῦτο βούλεται εἰπεῖν ὅτι αὕτη ἐστὶν ἀπόφανσις σημαίνουσά τι ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ὅπερ ἴδιον ἦν καταφάσεως 〈καὶ ἀποφάσεωσ〉 (ὑπάρχειν μὲν γὰρ λέγει ἡ κατάφασις, μὴ ὑπάρχειν δὲ ἡ ἀπόφασις), ὡς εἰ ἔλεγεν “αὕτη ἐστὶν
10ἀπόφανσις ἡ περιεκτικὴ καταφάσεως καὶ ἀποφάσεως,” ὡς ἐκ τούτων τῶν γνωρίμων οὐσῶν βουληθεὶς ἄγνωστον αὐτὴν διδάξαι, διὸ καὶ ἀπορίας αἴτιος γέγονεν. τὸ δὲ “ὡς οἱ χρόνοι διῄρηνται” προσέθηκεν, ἐ‐ πειδὴ εἶπεν ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ταῦτα δὲ ἐνεστώτων ἐστὶ χρό‐ νων· προσέθηκεν τοῦτο, ἵνα καὶ κατὰ τοὺς ἄλλους δηλώσει χρόνους,
15οἷον ὡς εἰ ἔλεγεν περὶ τοῦ ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν ἢ περὶ τοῦ ὑπαρχηκέναι τι ἢ μὴ ὑπαρχηκέναι ἢ περὶ τοῦ ὑπάρξειν τι ἢ μὴ
ὑπάρξειν.

26

(1t)

〈Περὶ καταφάσεως καὶ ἀποφάσεωσ〉.
2Κατάφασις δέ ἐστιν ἀπόφανσις τινὸς κατὰ τινός. διδάξας περὶ τοῦ ἀποφαντικοῦ λόγου, νῦν βούλεται ὁρίσασθαι κατάφασίν τε καὶ ἀπόφασιν. ὁριζόμενος δὲ γένος παραλαμβάνει ἐν τοῖς ὁρισμοῖς
5τὴν ἀπόφανσιν, ὥστε κἀκ τούτου δῆλον ὅτι γένος ἐστὶν ἡ ἀπόφαν‐ σις καὶ οὐχ ἡ φωνὴ ὁμώνυμος· αἱ γὰρ ὁμώνυμοι φωναὶ οὐ παραλαμ‐ βάνονται εἰς τοὺς ὁρισμούς (οὐ γὰρ λέγει τις ὁ κύων κύων ἐστίν), καὶ ἐκ τοῦ ἀποδοθῆναι ὁρισμὸν τῆς ἀποφάνσεως ἀνωτέρω δῆλον ὅτι οὐκ ἔστι φωνή· τῶν γὰρ ὁμωνύμων φωνῶν ὁρισμοὶ οὐκ εἰσίν, καὶ ἐξ
10ἄλλων δὲ πολλῶν τοῦτο σαφές ἐστιν. Ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον. διδά‐ ξας περὶ καταφάσεως καὶ ἀποφάσεως καὶ μέλλων περὶ ἀντιφάσεως διαλέγεσθαι προλαμβάνει τινὰ καὶ διδάσκει πρὸς σαφήνειαν τοῦ λό‐ γου. λάβωμεν δὲ ἡμεῖς ἐκ διαιρέσεως οὕτως· τὸ πρᾶγμα ἢ ὑπάρχει
15ἢ οὐχ ὑπάρχει καὶ ἢ λέγομεν αὐτὸ ὑπάρχειν ἢ λέγομεν αὐτὸ μὴ ὑπ‐ άρχειν. τεττάρων οὖν τούτων ὄντων γίνονται συζυγίαι ἕξ, ὧν δύο εὑρίσκονται ἀνυπόστατοι ὡς πολλάκις ἐμάθομεν· τὰ γὰρ ἐναντία
εἰσάγουσιν. αἱ λοιπαὶ οὖν τέσσαρες γίνονται τοῦτον τὸν τρόπον·

27

ἢ γὰρ τὸ ὑπάρχον λέγομεν ἡμεῖς ὑπάρχειν καὶ ποιοῦμεν ἀληθῆ κα‐ τάφασιν (διότι μὲν γὰρ ὑπάρχειν λέγομεν κατάφασιν ποιοῦμεν διότι δὲ τὸ ὂν λέγομεν ὑπάρχειν ἀληθῆ) ἢ τὸ κατὰ ἀλήθειαν ὑπ‐ άρχον ἡμεῖς λέγομεν μὴ ὑπάρχειν καὶ ποιοῦμεν ψευδῆ ἀπόφασιν
5(διότι μὲν γὰρ μὴ ὑπάρχειν λέγομεν ἀπόφασιν ποιοῦμεν διότι δὲ τὸ κατὰ ἀλήθειαν ὑπάρχον ἡμεῖς λέγομεν μὴ ὑπάρχειν ψευδῆ ποιοῦ‐ μεν). πάλιν τὸ μὴ ὑπάρχον φαμὲν ἡμεῖς ὑπάρχειν καὶ ποιοῦμεν ψευδῆ κατάφασιν ἢ τὸ μὴ ὑπάρχον λέγομεν μὴ ὑπάρχειν καὶ ποιοῦ‐ μεν ἀληθῆ ἀπόφασιν· δῆλον δὲ διὰ τί καὶ ἀπόφασιν, διὰ τί καὶ
10ἀληθῆ. Γίνονται οὖν τέσσαρες αὗται ἀποφάνσεις καὶ εἰ βουληθεί‐ ημεν ζεῦξαι αὐτὰς ἀλλήλαις ἀντιφάσεις ποιοῦμεν. ἔστι γὰρ ἡ ἀντίφασις μάχη καταφάσεως καὶ ἀποφάσεως διαιρουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἀνάγκη γὰρ τῆς ἑτέρας ἀληθευούσης τὴν ἑτέραν
15ψεύδεσθαι. ὅτι δὲ οὐχ ἡ τυχοῦσα κατάφασις οὐδὲ ἡ τυχοῦσα ἀπό‐ φασις ζευγνύμεναι ποιοῦσιν ἀντίφασιν μαθησόμεθα ἐφεξῆς διὰ πλει‐ όνων αὐτοῦ διδάσκοντος. ἢ οὖν ἀληθεῖ καταφάσει ζεύγνυμεν ψευδῆ ἀπόφασιν ἢ ψευδεῖ καταφάσει ἀληθῆ ἀπόφασιν. σκοπήσωμεν οὖν πῶς αὐτὰ λέγει αὐτός· ἀπαριθμούμενος αὐτὰς προτάττει τὰς ψευδεῖς,
20εἶτα ἐπάγει τὰς ἀληθεῖς, ἵνα ἀπὸ τῶν ἀτελεστέρων προέλθῃ ἐπὶ

28

τὰ τελεώτερα. διὰ τίνα δὲ αἰτίαν προέταξεν τὴν ἀπόφασιν ἐν δὲ ταῖς ἀληθέσι τὴν κατάφασιν; φαμὲν ὅτι ἵνα τῇ πρώτῃ ἡ πρώτη ἀν‐ τικέηται καὶ τῇ δευτέρᾳ ἡ δευτέρα, ἵνα [μὴ] εὑρεθῇ ψευδεῖ ἀποφά‐ σει ἀληθὴς κατάφασις μαχομένη ἢ καὶ ψευδεῖ καταφάσει ἀληθὴς ἀ‐
5πόφασις, ὥστε “πᾶν ἂν ἐνδέχοιτο καὶ ὃ κατέφησέ τις ἀποφῆσαι.” εἰκότως τοῦτο γίνεται· εἰ γὰρ δύναταί τις τὸ αὐτὸ λέγειν καὶ ὅτι ὑπάρχει καὶ ὅτι οὐχ ὑπάρχει, δῆλον ὅτι ὃ νῦν λέγει ὑπάρχειν δύ‐ ναται πάλιν εἰπεῖν μὴ ὑπάρχειν, εἴπερ ἔστι καὶ τὸ ὑπάρχον ἀπο‐ φαίνεσθαι ὡς μὴ ὑπάρχον, καὶ τὰ λοιπὰ τὰ πρότερον εἰρημένα.
10φησὶν δὲ ὅτι “ἔστω τοῦτο ἀντίφασις” μάχη καταφάσεως καὶ ἀποφά‐ σεως, ὥστε τῆς ἑτέρας ἀληθευούσης τὴν ἑτέραν ψεύδεσθαι. εἰρη‐ κὼς δὲ τὸ ἔστω ἐδήλωσεν αὐτοῦ εἶναι τὸ ὄνομα. Λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ. νουνεχῶς πά‐ νυ προσέθηκεν ταῦτα. δύναται γάρ τις εἰπεῖν ‘Σωκράτης περιπατεῖ‘
15‘Σωκράτης οὐκ ἀναγινώσκει·‘ ἰδοὺ κατάφασις καὶ ἀπόφασις καὶ οὐ ποιοῦσιν ἀντίφασιν. διὰ τίνα αἰτίαν; ἐπειδὴ οὐ τὸ αὐτὸ κατη‐ γορούμενον ἐπὶ ἑκατέρας ἐλάβομεν· διὸ φησὶν τὴν τοῦ αὐτοῦ, τοῦτ’ ἔστι τὴν τοῦ αὐτοῦ κατηγορουμένου ἀντίθεσιν. “κατὰ τοῦ αὐτοῦ·”
εἰρηκὼς δὲ ὅτι δεῖ τὸ αὐτὸ κατηγορούμενον εἶναι, νῦν λέγει καὶ

29

τὸ αὐτὸ ὑποκείμενον εἶναι δεῖ· εἰ γὰρ ἄλλο μὲν εἴη ἐπὶ καταφά‐ σεως ἄλλο δὲ ἐπὶ ἀποφάσεως, οὐκ ἔσται ἀντίφασις, οἷον ‘Σωκρά‐ της περιπατεῖ‘ ‘Πλάτων οὐ περιπατεῖ.‘ Μὴ ὁμωνύμως δέ. νῦν κοινῶς περὶ ἀμφοτέρων λέγει ὑποκειμένου τε
5καὶ κατηγορουμένου. εἰ γὰρ ἓν αὐτῶν ὑπάρχοι ὁμώνυμον, οὐ γίνε‐ ται ἀντίφασις· συμβαίνει γὰρ ἀμφοτέρας ἀληθεύειν, οἷον ἔστω ὁ‐ μώνυμον τὸ ὑποκείμενον ‘Αἴας ἐμονομάχησεν Ἕκτορι‘ ‘Αἴας οὐκ ἐ‐ μονομάχησεν Ἕκτορι,‘ καὶ ἐγχωρεῖ τὰς δύο ἀληθεύειν, οὐκ ἔσται δὲ ἀντίφασις ἐκ δύο ἀληθῶν προτάσεων. συνέβη δὲ ἀμφοτέρας ἀ‐
10ληθεύειν, διότι ὁμώνυμον ἐλήφθη τὸ ὑποκείμενον, ἐπεὶ τὰ ἄλλα πάντα τόσῳ διέχουσιν. πάλιν ἔστω τὸ κατηγορούμενον ὁμώνυμον, οἷον ‘ἐγὼ ἐρῶ‘ ‘ἐγὼ οὐκ ἐρῶ,‘ ἐπειδὴ ὁμώνυμόν ἐστι τὸ ἐρῶ, δύ‐ νανται ἀμφότεραι ἀληθεύειν αἱ προτάσεις· δύνανται γὰρ λαμβά‐ νεσθαι ἐπὶ μὲν καταφάσεως ἀντὶ τοῦ ‘ἐγὼ λέγω‘ ἐπὶ δὲ ἀποφάσεως
15ἀντὶ τοῦ ‘ἐγὼ οὐ φιλῶ·‘ ἐγχωρεῖ τὸν αὐτὸν λέγειν μὲν μὴ φιλεῖν δέ, ὥστε ἀμφοτέρας ἀληθεύειν τὰς προτάσεις, διότι ὁμώνυμον ἐ‐ λήφθη τὸ κατηγορούμενον. οὐκ ἄρα οὔτε ὁμωνύμους δεῖ λαμβάνειν
φάσεις.

30

Καὶ ὅσα ἄλλα τοιαῦτα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνο‐ χλήσεις. ἐποίησεν γὰρ βιβλίον ὅλον πρὸς τοὺς σοφιστικοὺς ἐ‐ λέγχους, οὐχ ἵνα μάθωμεν αὐτοὺς ἀλλ’ ἵνα ἔχωμεν ἀλεξιφάρμακα καὶ εἰδείημεν πῶς ἐκκλίνειν· οἱ γὰρ σοφισταὶ ἄγουσιν τοὺς προσ‐
5διαλεγομένους εἰς ἀντιφάσεις ἀτόπους λαμβάνοντες ὁμωνύμους. Τμῆμα β περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου. Ἐπεὶ δέ ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων. πέρας ἔχει τὸ πρῶ‐ τον τμῆμα τὸ περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου, ὀνόματος λέ‐ γω καὶ ῥήματος καὶ τῶν λοιπῶν. ἐντεῦθεν οὖν ἄρχεται τὸ β 〈τοῦ〉
10βιβλίου τὸ περὶ προτάσεων ἐξ ὑποκειμένου καὶ κατηγορουμένου. ζητήσομεν δὲ πρῶτον ἐν ποίῳ μέρει τῆς καταφάσεως τιθέμενον τὸ ἀρνητικὸν μόριον ποιεῖ τὴν ἀπόφασιν. ἆρα ἐν ἀρχῇ πρὸ τοῦ ὑπο‐ κειμένου; οὐδαμῶς, ἐπειδὴ γὰρ ἡ ἀπόφασις ὃ λέγει ἡ κατάφασις ὑπάρχειν τοῦτο αὕτη λέγει μὴ ὑπάρχειν, τὴν δὲ ὕπαρξιν τὸ κατη‐
15γορούμενον σημαίνει. δῆλον ὅτι βουλόμενοι τὴν ὕπαρξιν ἀναιρεῖν πρὸς τῷ κατηγορουμένῳ θήσομεν τὸ ἀρνητικὸν μόριον· εἰ γὰρ πρὸς τῷ ὑποκειμένῳ θῶμεν αὐτό, κατάφασιν πάλιν ποιήσομεν ἐξ ἀορίστου, οἷον ‘οὐκ ἄνθρωπος περιπατεῖ·‘ τὸ γὰρ οὐκ ἄνθρωπος οὐκ ἔστιν ἀ‐
πόφασις ἀλλ’ ἀόριστον ὄνομα, ὡς κατ’ ἀρχὰς ἐδιδάσκετο.

31

Καὶ ταῦτα μὲν περὶ τοῦ δεῖν τὸ ἀρνητικὸν μόριον πρὸς τῷ κατηγορουμένῳ τίθεσθαι, εἰ μέλλοι ἀπόφασιν ποιεῖν. δεύτε‐ ρον ἐπὶ τούτοις λάβωμεν ἐκ διαιρέσεως καὶ γνῶμεν πόσαι γίνον‐ ται ἀντιφάσεις, ἵνα καὶ περὶ τῶν προτάσεων τολμήσωμεν ἀποφαί‐
5νεσθαι ὡς πλείονας τούτων οὐκ ἐνδέχεται ἐπινοῆσαι προτάσεις ἐξ ὑποκειμένου μόνον, δῆλον ὅτι καὶ κατηγορουμένου. ἐπειδὴ τοίνυν πᾶσα πρότασις τοὐλάχιστον ἐξ ὑποκειμένου ἐστὶ καὶ κα‐ τηγορουμένου καὶ σχέσεως, σχέσις δέ ἐστιν ἣν ἔχουσιν πρὸς ἄλληλα τό τε ὑποκείμενον καὶ τὸ κατηγορούμενον, ἣν σχέσιν ἔ‐
10χοντα δύνανται συνδυάζεσθαι ἀλλήλοις· ταύτην δὲ τὴν σχέσιν οἱ ἀρχαῖοι ὠνόμαζον ὕλην (ὕλης γὰρ τόπον ἐπέχει), τὸ δὲ κατη‐ γορούμενον καὶ τὸ ὑποκείμενον εἴδει ἀναλογοῦσιν. καὶ ἡ μὲν ὕλη δύναται ὑπάρχειν ἄνευ εἴδους, τὸ δὲ εἶδος ἄνευ ὕλης οὐ δύναται ὑπάρχειν, οἷον τὰ ξύλα καὶ οἱ λίθοι δύνανται χωρὶς
15εἶναι τῆς οἰκίας ἡ δὲ οἰκία ἄνευ τούτων οὐ δύναται ὑπάρχειν, οὕτως οὖν ἡ μὲν σχέσις δύναται ἐκτὸς ὑποκειμένου εἶναι καὶ κα‐ τηγορουμένου, πρότασις δὲ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου εἶναι χωρὶς σχέσεως οὐ δύναται. Τριῶν οὖν τούτων ὄντων, ὑποκειμένου κατηγορουμένου καὶ
20σχέσεως, διέλωμεν χωρὶς ἕκαστον αὐτῶν· οὔτω γὰρ σαφὴς ἔσται ὁ

32

ἀριθμὸς ὁ ἐξ αὐτῶν συγκείμενος τῶν ἀντιθέσεων. τὸ τοίνυν ὑπο‐ κείμενον ἢ καθ’ ἕκαστά ἐστιν ἢ καθόλου. καθ’ ἕκαστα μὲν οἷον ‘Σωκράτης περιπατεῖ‘ ‘Σωκράτης οὐ περιπατεῖ.‘ καὶ τὸ μὲν καθ’ ἕκαστα ὑποκείμενον ἀδιαίρετον μένει τὸ δὲ καθόλου διαιρεῖται
5εἴς τε τὸ ἀπροσδιόριστον καὶ εἰς τὸ προσδιωρισμένον. ἀπροσ‐ διόριστον μὲν οἷον ‘ἄνθρωπος περιπατεῖ‘ ‘ἄνθρωπος οὐ περιπατεῖ‘ (οὐ γὰρ προσδιωρισάμην εἰ πᾶς ἄνθρωπος ἢ τὶς ἄνθρωπος), προσ‐ διωρισμένον δὲ οἷον ‘πᾶς ἄνθρωπος περιπατεῖ‘ ‘οὐδεὶς ἄνθρωπος περιπατεῖ‘ ‘τὶς ἄνθρωπος περιπατεῖ‘ ‘οὐ πᾶς ἄνθρωπος περιπατεῖ.‘
10ἡ μὲν οὖν προτέρα ἀντίθεσις καθόλου προσδιορισμὸν ἔχει ἡ δὲ δευτέρα μερικὸν προσδιορισμόν· τὸ μὲν γὰρ ‘πᾶσ‘ καὶ τὸ ‘οὐδεὶσ‘ καθόλου ἐστίν, τὸ δὲ ‘τὶσ‘ καὶ τὸ ‘οὐ πᾶσ‘ μερικόν. καὶ ἐκά‐ λουν οἱ ἀρχαῖοι τὰ μὲν ἔχοντα καθόλου προσδιορισμὸν καθόλου ὡς καθόλου, τὰ δὲ μερικὸν ἔχοντα προσδιορισμὸν καθόλου ὡς με‐
15ρικόν. διὰ τί δὲ ἀξιοῦμεν ὅλως τὸ ‘τὶς ἄνθρωπος περιπατεῖ‘ καὶ τὸ ‘οὐ πᾶς ἄνθρωπος περιπατεῖ‘ καθόλου εἶναι καίτοι μερικόν τι σημαίνουσιν; λέγομεν ὅτι τὸ μερικὸν ὁ προσδιορισμός ἐστιν ὁ σημαίνων, ἐπεὶ δηλοῖ ἡ φωνὴ ὅτι ἐκ πολλῶν ἕνα τινὰ ἀφαιρεῖται, ἀδιόριστον δὲ τοῦτο· δύναται γὰρ πολλῶν ἅμα ὄντων καὶ Σωκράτης
20〈τισ〉 εἶναι καὶ Πλάτων τις εἶναι καὶ ἕκαστος τῶν ἐν πλήθει

33

ὄντων. ἐπειδὴ οὖν ὁμοίως ὑπάρχει ἐπὶ πάντων καὶ οὐκ ἔστιν ἓν διωρισμένως εἰκότως λέγεται καθόλου, διότι δὲ μερικὸν λαμ‐ βάνει προσδιορισμὸν ἠξίουν αὐτὸν οἱ ἀρχαῖοι καλεῖν καθόλου ὡς μερικόν. εἰδέναι δὲ δεῖ ὅτι διὰ τὴν γενομένην ἀπορίαν Θεόφρασ‐
5τος μερικὴν ἀπροσδιόριστον ἐκάλεσεν αὐτὴν τὴν ἀντίθεσιν, καὶ δῆλον διὰ τί. Τεττάρων οὖν τούτων τῶν ὑποκειμένων, τῆς καθ’ ἕκαστα καὶ τῆς καθόλου ἀπροσδιορίστου καὶ τῆς καθόλου ὡς καθόλου καὶ τῆς καθόλου ὡς μερικῆς καὶ ζευγνυμένων τῷ κατηγορουμένῳ κατὰ τοὺς γ
10χρόνους γίνονται ἀντιθέσεις ιβ, οἷον ‘Σωκράτης περιπατεῖ‘ ‘Σω‐ κράτης οὐ περιπατεῖ,‘ ‘Σωκράτης περιεπάτει‘ ‘〈Σωκράτησ〉 οὐ περιεπάτει,‘ ‘Σωκράτης περιπατήσει‘ ‘Σωκράτης οὐ περιπατήσει,‘ καὶ περὶ τῶν λοιπῶν ὡσαύτως. καὶ τοσαῦται μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου γίνονται. ἐπειδὴ δὲ καὶ ἡ σχέσις, ἥτις καὶ
15ὕλη προσαγορεύεται, τριττή ἐστιν, ἀναγκαία ἐνδεχομένη ἀδύνατος· ἢ γὰρ ἀναγκαίαν σχέσιν ἔχει τὸ κατηγορούμενον πρὸς τὸ ὑποκεί‐ μενον καὶ ἀναγκαίως αὐτοῦ κατηγορεῖται, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου (ἀνάγκη γὰρ τὸν ἄνθρωπον ζῷον εἶναι), ἢ ἀδύνατον σχέσιν ἔχει
πρὸς αὐτὸ καὶ ἀδυνάτως αὐτοῦ κατηγορεῖται, ὡς τὸ πτερωτὸν εἶναι

34

ἀνθρώπου, ἢ ἐνδεχομένως κατηγορεῖται, ὡς τὸ δίκαιον τοῦ Σωκράτους· τριῶν οὖν τούτων οὐσῶν ὑλῶν δῆλον ὅτι αἱ ιβ ἀντιθέσεις αἱ προ‐ ειρημέναι τριχῇ διαλαμβανόμεναι κατ’ αὐτὰς ποιοῦσιν λϛ ἀντιθέ‐ σεις, οἷον ‘Σωκράτης ζῷόν ἐστιν‘ ‘Σωκράτης ζῷον οὐκ ἔστιν,‘ ἐν‐
5ταῦθα ἀναγκαία ὕλη. ἐὰν δὲ εἴπω ‘Σωκράτης πτερωτός ἐστιν‘ ‘Σω‐ κράτης πτερωτὸς οὐκ ἔστιν,‘ ἐνταῦθα ἀδύνατος ὕλη. ἐὰν δὲ εἴπω ‘Σωκράτης δίκαιός ἐστιν‘ ‘Σωκράτης δίκαιος οὐκ ἔστιν,‘ ἐνταῦθα ἐνδεχομένη ὕλη. λαμβάνοντες οὖν τὰς προειρημένας ιβ ἀντιθέσεις κατὰ τὰς τρεῖς ὕλας ταύτας ποιήσομεν λϛ ἀντιθέσεις. καὶ τοσαῦ‐
10ται μὲν ἔσονται ἐξ ὡρισμένου τοῦ ὑποκειμένου. ἐξ ἀορίστου δὲ δῆ‐ λον ὅτι ἄλλαι τοσαῦται. ἔγνωμεν δὲ ἐν τῷ περὶ ὀνόματος λό‐ γῳ τί ἐστι τὸ ἀόριστον ὑποκείμενον, ὅτι τὸ οὐκ ἄνθρωπος οὐ Σω‐ κράτης καὶ ὅσα τοιαῦτα. ὅσας δὲ ποιοῦμεν ἀντιθέσεις τιθέντες ὡρισμένον ὑποκείμενον τοσαῦτας δυνησόμεθα ποιῆσαι ἀόριστον τι‐
15θέντες, ὥστε δῆλον ὅτι οβ ἀντιθέσεις γενήσονται ἐξ ὡρισμένου τε καὶ ἀορίστου ὑποκειμένου. εἰ δὲ τοσαῦται ἀντιφάσεις, δῆλον ὅτι ρμδ γενήσονται προτάσεις· ἑκάστη γὰρ ἀντίθεσις ἐκ δύο συν‐ έστηκεν προτάσεων, καὶ πλείους τούτων οὐκ ἐγχωρεῖ λεχθῆναι
προτάσεις ἐξ ὑποκειμένου καὶ κατηγορουμένου.

35

Λοιπὸν ζητῆσαι καιρὸς ποῖαι τῶν ἀντιθέσεων τούτων ἀντι‐ κεῖνται ἀντιφατικῶς. περὶ μὲν οὖν τῶν καθ’ ἕκαστα οὐδεμία ἀπο‐ ρία, κατὰ πάντας γὰρ τοὺς χρόνους καὶ κατὰ πάσας τὰς ὕλας διαι‐ ροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὅπερ ἴδιον ἀντιφάσεως. περὶ δὲ
5τῶν καθόλου ἀπροσδιορίστων ἀποροῦσί τινες· διὸ μακρὸν ὄντα τὸν περὶ αὐτῶν λόγον ἐν μὲν τοῖς νῦν ὑπερτιθέμεθα, ὕστερον δὲ διὰ πλειόνων περὶ αὐτῶν μαθησόμεθα. εἴπωμεν δὲ περὶ τῶν λοιπῶν δύο. αἱ τοίνυν καθόλου ὡς καθόλου ὡς ἥ τε πᾶς καὶ ἡ οὐδεὶς κατά τινας μὲν ὕλας διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατά τινας δὲ οὔ.
10κατὰ μὲν τὴν ἀναγκαίαν καὶ τὴν ἀδύνατον διαιροῦσιν, κατὰ δὲ τὴν ἐνδεχομένην συμψεύδονται. οἷον ‘πᾶς ἄνθρωπος ζῷόν ἐστιν‘ ‘οὐδεὶς ἄν‐ θρωπος ζῷόν ἐστιν·‘ ἰδοὺ ἀναγκαία ὕλη καὶ διαιροῦσιν· ἀληθεύει μὲν γὰρ ἡ κατάφασις ψεύδεται δὲ ἡ ἀπόφασις. πάλιν ‘πᾶς ἄνθρω‐ πος πτερωτός ἐστιν‘ ‘οὐδεὶς ἄνθρωπος πτερωτός ἐστιν·‘ ἰδοὺ ἀδύ‐
15νατος ὕλη· ἀληθεύει μὲν γὰρ ἡ ἀπόφασις ψεύδεται δὲ ἡ κατάφασις. ἐπὶ δὲ τῆς ἐνδεχομένης ὕλης οὐ διαιροῦσιν· ἐὰν γὰρ εἴπω ‘πᾶς ἄν‐ θρωπος δίκαιοσ‘ ‘οὐδεὶς ἄνθρωπος δίκαιοσ‘ κατ’ ἀμφοτέρας ἐψευσά‐ μην τὰς προτάσεις, διὸ οὔ φαμεν τὴν πᾶς καὶ τὴν οὐδεὶς ἀντικεῖ‐ σθαι ἀντιφατικῶς· τὰ γὰρ ἀντιφατικῶς ἀντικείμενα δεῖ θέλειν διαι‐
20ρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ παντὸς χρόνου.

36

σκεψόμεθα δὲ καὶ τὴν καθόλου ὡς μερικὴν τὴν τὶς καὶ τὴν οὐ πᾶς. λέγω ὅτι ἐφ’ ὧν αἱ καθόλου ὡς καθόλου διαιροῦσιν ἐπὶ τούτων καὶ αἱ καθόλου ὡς μερικαὶ εἰκότως· περιέχονται γὰρ ὑπὸ τῶν καθόλου· εἰ γὰρ πᾶς ἄνθρωπος ζῷον, οὐκοῦν καί τις ἄνθρωπος ζῷον. ἐφ’ ὧν
5δὲ συνεψεύδοντο ἐκεῖναι, αὗται συναληθεύουσιν, τοῦτ’ ἔστιν ἐπὶ τῆς ἐνδεχομένης ὕλης· καὶ γὰρ ὁ λέγων ‘τὶς ἄνθρωπος δίκαιοσ‘ ἀ‐ ληθεύει καὶ ὁ λέγων ‘οὐ πᾶς ἄνθρωπος δίκαιοσ‘ ἀληθεύει. ἐπειδὴ οὖν οὐκ ἀντίκεινται ἀντιφατικῶς, ζητήσομεν πῶς ἀντίκεινται, ἐ‐ πειδὴ τὰ ἀντικείμενα ἢ ὡς ἐναντία ἀντίκεινται ἢ ὡς κατάφασις
10καὶ ἀπόφασις ἢ ὡς τὰ πρός τι ἢ ὡς στέρησις καὶ ἕξις, ὅτε καὶ ἀπό‐ φανσιν ποιοῦσιν, ἡ κατάφασις λέγω καὶ ἡ ἀπόφασις ἀντικείμεναι. λέγω ὅτι τὰ προκείμενα ὡς ἐναντία ἀντίκεινται ἥ τε πᾶς καὶ ἡ οὐδείς, διὰ τίνα αἰτίαν; φαμὲν ἐπειδὴ ὥσπερ τὰ ἐναντία ἅμα μὲν ὑπάρχειν ἐν τῷ αὐτῷ ὑποκειμένῳ οὐ δύνανται, ἅμα δὲ ἀπεῖναι δύ‐
15νανται, οὕτως καὶ αὗται συναληθεύειν μὲν οὐ δύνανται, συμψεύ‐ δεσθαι δέ· ἀναλογεῖν δὲ τὸ συμψεύδεσθαι τῷ ἅμα ἀπεῖναι. ἡ οὖν πᾶς καὶ ἡ οὐδεὶς ἐναντίαι λέγονται, ἡ δὲ τὶς καὶ οὐ πᾶς ὑπεναντίαι λέγονται· ἐναντίαι γὰρ οὐ δύνανται λέγεσθαι διότι συναληθεύουσιν, διότι δὲ κεῖνται ὑπὸ τὰς ἐναντίας καλοῦνται ὑπεναντίαι. ἀλλὰ
20ζητήσεως ἄξιον ἐκεῖνο καθέστηκεν, ἐπειδὴ ἀνωτέρω εἶπεν ὁ Ἀρισ‐
τοτέλης πάσῃ καταφάσει εἶναι ἀπόφασιν ἀντικειμένην, ποία ἄρα

37

ἀπόφασις ἀντίκειται τῇ πᾶς καὶ ποία τῇ τίς; λέγω ὅτι αἱ διαγώνι‐ οι, τῇ μὲν πᾶς ἡ οὐ πᾶς τῇ δὲ τὶς ἡ οὐδείς, καὶ οὕτως ἔσονται ἀν‐ τιφάσεις ὡς ἔξεστι πειραθῆναι ἐπὶ πάσης ὕλης καὶ παντὸς χρόνου. ὅταν δὲ λέγω ἀντικεῖσθαι τὴν οὐ πᾶς τῇ πᾶς δῆλον ὅτι οὐχ ὡς εἰσάγου‐
5σαν μερικόν τι ἀλλ’ ὡς ἀναιροῦσαν τελέως τὴν πᾶς· μαθησόμεθα γὰρ ὅτι τὸ οὐ πᾶς ποτὲ μὲν ἰσοδυναμεῖ τῇ τὶς καὶ εἰσάγει μερικόν τι, ποτὲ δὲ ἰσοδυναμεῖ τῇ οὐδεὶς καὶ ἀναιρεῖ τελέως τὴν καθόλου ὡς κα‐ θόλου κατάφασιν. ἵνα δὲ σαφῆ γένηται τὰ λεχθέντα ποίας λέγομεν ἀντιφατικῶς ἀντικεῖσθαι καὶ ποίας ἐναντίως καὶ ποίας ὑπεναντίως,
10ποιήσωμεν ἐπὶ διαγράμματος.
[Start of a diagram]ἀντιφατικῶς [End of Table cell] καθ’ ἕκαστα [End of Table cell] Σωκράτης ζῷόν ἐστιν [End of Table cell] Σωκράτης ζῷον οὐκ ἔστιν οὔπω δηλοῦν πῶς ἀντίκειται, ἑξῆς τοῦτο διδάξει [End of Table cell] καθόλου ἀπροσδιόριστος [End of Table cell] ἄνθρωπος ζῷόν ἐστιν [End of Table cell] ἄνθρωπον ζῷον οὐκ ἔστιν
15
ἐναντίαι [End of Table cell] καθόλου [End of Table cell] πᾶς ἄνθρωπος ζῷόν ἐστιν [End of Table cell] οὐδεὶς ἄνθρωπος ζῷόν ἐστιν
16a[End of Table cell] ὑπαλλήλοι
16b[End of Table cell] ὑπαλλήλοι
16c[End of Table cell] ἀντιφατικοί
16d[End of Table cell] ἀντιφατικοί
17[End of Table cell] ὡς καθόλου [End of Table cell] καθόλου ὡς [End of Table cell] τὶς ἄνθρωπος ζῷόν ἐστιν [End of Table cell] οὐ πᾶς ἄνθρωπος ζῷόν ἐστιν [End of Table cell] μερικὴ ἢ ὡς
20[End of Table cell] Θεόφραστος μερικὴ
[End of Table cell] ὡς ἀπροσδιόριστος [End of Table cell] ὑπεναντίαι[End of a diagram]

38

Ἐπεὶ δέ ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων. ἐκ τῶν προηνυσμέ‐ νων σαφῆ καθέστηκεν [δι] ταῦτα. διαιρεῖται γὰρ τὰς προτάσεις καὶ τίθησιν αὐταῖς ὀνομασίας καὶ λέγει ποῖαι μὲν αὐτῶν ἐναντί‐ ως ἀντίκεινται ποῖαι δὲ ἀντιφατικῶς.
5Ὅτι ὑπάρχει τι ἢ μή, ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις. ἐπειδή, φησίν, ἀνάγκη ἐστὶ καταφάσκειν ὅτι ὑπάρχει τί τινι ἢ οὐχ ὑπάρ‐ χει, ἐὰν μὲν καθόλου ὡς καθόλου ὡς εἰσὶν αἱ προτάσεις ὥσπερ ἡ πᾶς καὶ ἡ οὐδείς, ἃς αὐτὸς κέκληκεν καθόλου ὡς καθόλου, αἱ τοι‐ αῦται, φησίν, προτάσεις ἀντιφατικῶς οὐ δυνήσονται ἀντικεῖσθαι
10ἀλλ’ ἔσονται ἐναντίαι. εἰρήκαμεν δὲ διὰ τί οὐ δύνανται ἀντι‐ φατικῶς ἀντικεῖσθαι, ἐπειδὴ αἱ ἀντιφάσεις ἀεὶ θέλουσι διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ παντὸς χρόνου, αὗται δὲ ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδονται, διὸ εἰκότως ἀντιφατι‐ κῶς μὲν οὐκ ἀντίκεινται, ἐναντίως δέ, ἐπειδὴ ὥσπερ ἐκεῖνα οὐ δύ‐
15νανται ἅμα τῷ αὐτῷ ὑποκειμένῳ ὑπάρχειν, οἷον λευκότης καὶ μελανία, ἅμα δὲ ἀπεῖναι (ἐνδέχεται γάρ τι μήτε λευκὸν εἶναι μήτε μέλαν), οὕτω καὶ αὗται ἅμα μὲν ἀληθεύειν οὐ δύνανται, ἅμα δὲ συμψεύδε‐
σθαι (ἀναλογεῖ δὲ τὸ μὲν ἀληθεύειν τῇ ὑπάρξει τὸ δὲ ψεύδεσθαι

39

τῇ ἀνυπαρξίᾳ). εἴρηται οὖν διὰ τί ἐναντίας αὐτὰς καλεῖ. ἄ‐ ξιον δὲ ζητῆσαι διὰ τί καθόλου ὡς καθόλου καλεῖ αὐτάς· ἐπειδὴ τῷ ἀνθρώπῳ καθόλου ὄντι ὁ καθόλου προστίθεται διορισμὸς ὅ τε πᾶς καὶ οὐδείς.
5Ὅταν δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δέ. καθόλου μὴ καθ‐ όλου καλεῖ τὴν ἀπροσδιόριστον τὴν ἄνθρωπος· διότι μὲν γὰρ ἐπὶ παντὸς ἀνθρώπου δύναται λέγεσθαι καλεῖται καθόλου, διότι δὲ οὐ κεῖται αὐτῷ ὁ καθόλου προσδιορισμὸς καλεῖται μὴ καθόλου. Τὰ μέντοι δηλούμενα ἔστιν εἶναι ἐναντία. καλῶς τοῦτο προσέθη‐
10κεν, ἵνα μή τις ὑπονοήσαι ὅτι οὐδὲ ἐναντία δύναται δηλοῦν· δύ‐ ναται γάρ τις εἰπεῖν ‘ἄνθρωπος 〈ὑγιαίνει‘, ‘ἄνθρωποσ〉 οὐχ ὑ‐ γιαίνει.‘ Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλλ’ ὅτι καθόλου. τὴν αἰτίαν φησὶ δι’ ἣν οὔ φησι καθόλου ὡς καθόλου εἶναι τὴν ‘ἄνθρωπος περι‐
15πατεῖ.‘ λέγει ὅτι οὐ πρόκειται αὐτῷ ὁ καθόλου προσδιορισμός· ὅ γε πᾶς προσδιορισμός, φησίν, οὐ τὸν καθόλου ἄνθρωπον σημαίνειν
πέφυκεν ἀλλ’ ὅτι πᾶσιν τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις οὖσιν

40

ὑπάρχει τὸ κατηγορούμενον, οἷον ὅτι πᾶσιν τοῖς ὑπὸ τὸν ἄνθρω‐ πον. Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν οὐκ ἔστιν ἀληθές. διαλαβὼν περὶ τῶν προτάσεων καὶ εἰρηκὼς ποῖαι
5μὲν αὐτῶν εἰσὶν ἐναντίαι ποῖαι δὲ οὐκ ἐναντίαι, διαλαβὼν δὲ καὶ περὶ τοῦ προσδιορισμοῦ, νῦν ζητεῖ εἰ ἄρα δύναται καὶ πρὸς τῷ κατηγορουμένῳ καθόλου ὄντι, οἷον τῷ ζῴῳ, τίθεσθαι ὁ καθόλου προσδιορισμός, καί φησιν ὅτι οὐ δύναται· ψευδὴς γὰρ ἔσται ἡ πρότασις, οἷον ‘πᾶς ἄνθρωπος πᾶν ζῷον·‘ οὐδὲν γὰρ ἕτερον λέ‐
10γει τις ὅτι ἕκαστος τῶν ἀνθρώπων πᾶν ζῷον, ὥστε καὶ ἵππος ἔσται πᾶς ἄνθρωπος καὶ βοῦς καὶ κύων, τοῦτο δὲ ἄτοπον. ἐκ‐ βάλλει οὖν τὸ τοιοῦτον εἶδος τῶν προτάσεων ὡς ἀνωφελὲς ὑπάρ‐ χον ἐν τῇ λογικῇ πραγματείᾳ τὸ ἔχον πρὸς τῷ καθόλου κατηγο‐ ρουμένῳ τὸν καθόλου προσδιορισμόν. ἰστέον δὲ ὅτι συνίστανται
15ἐκ τοῦ τοιούτου εἴδους προτάσεις ιϛ· τεττάρων γὰρ ὄντων τῶν προσδιορισμῶν (οἷον ‘πᾶσ‘ ‘τὶσ‘ ‘οὐ πᾶσ‘ ‘οὐδείσ‘) ὑποκειμέ‐ νων καὶ ἑκάστου αὐτῶν συνδυαζομένου τοῖς τέτταρσιν κατηγορου‐ μένοις τοῖς ἅμα τῷ προσδιορισμῷ εὑρεθήσονται. καὶ σαφὲς δὲ
τοῦτο ποιήσω μικρὸν ὕστερον ἐπὶ διαγράμματος.

41

Ἐκεῖνο δὲ ἄν τις ἀπορήσοι, διὰ τί ἐκβάλλει τὸ τοιοῦτον εἶδος; εἰ γὰρ φῇς ἐπειδὴ ψευδεῖς εἰσιν, ἐρῶ ὅτι οὐδὲν ἄτοπον τῶν καταφάσεων ψευδομένων ἀληθεύειν τὰς ἀποφάσεις, καὶ οὕτω γίνεσθαι τὴν ἀντίφασιν, ἢ τῶν ἀποφάσεων ψευδομένων ἀληθεύειν
5τὰς καταφάσεις. τινὲς μὲν οὖν πρὸς ταύτην φασὶ τὴν ἀπορίαν· “ἐπειδή τινες μὲν τούτων τῶν καταφάσεων ἀεὶ ἀληθεύουσιν, τινὲς δὲ ἀεὶ ψεύδονται, οὐκ ἐδύνατο δὲ ἑνὶ κανόνι ὑποβάλλειν πάσας, διὰ τοῦτο παρῆκεν.” ἕτεροι δέ φασιν· “ἐπειδή τινες τῶν προτά‐ σεων τούτων ἀεὶ ὑπάρχουσιν ἀληθεῖς ἐπὶ πάσης ὕλης καὶ παντὸς
10χρόνου τινὲς δὲ ἀεὶ ψευδεῖς, οὐ δεῖ δὲ οὕτως ἔχειν τὰς προτά‐ σεις ἀλλ’ ἀδιαφόρως ποτὲ μὲν ἀληθεύειν ποτὲ δὲ ψεύδεσθαι, διὰ τοῦτο παρῆκεν.” Εἰσὶ δὲ αἱ ἀντιφάσεις αἱ ἔχουσαι πρὸς τῷ κατηγορουμένῳ τὸν προσδιορισμὸν αἵδε·
15[Start of a diagram][End of Table cell] ψεύδεται [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον
20[End of Table cell] ψεύδεται [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον

42

[End of Table cell] ἀληθεύει [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον
5[End of Table cell] ἀληθεύει [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον
10[End of Table cell] ἀληθεύει [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] πᾶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον
15[End of Table cell] ἀληθεύει [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] οὐ πᾶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον
20[End of Table cell] ἀληθεύει [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον
[End of Table cell] ψεύδεται [End of Table cell] τὶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον

43

[End of Table cell] ἀληθεύει [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] πᾶν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] οὐ πᾶν ζῷον [End of Table cell] ψεύδεται [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] τὶ ζῷον [End of Table cell] ἀληθεύει [End of Table cell] οὐδεὶς ἄνθρωπος [End of Table cell] οὐδὲν ζῷον[End of a diagram]
5Οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷον. παραδείγματος ἕνεκεν λαμβά‐ νει μίαν κατάφασιν, τὰς δὲ λοιπὰς παρῆκεν ὡς ἐκ ταύτης σαφεῖς· ἄλλως τε ἐπειδὴ αὕτη ἐστὶν ἡ πρώτως ἐπὶ πάσης ὕλης ψευδομένη, αἱ γὰρ ἄλλαι διὰ ταύτην. Ἀντικεῖσθαι μὲν οὖν κατάφασιν ἀποφάσει λέγω ἀντιφατικῶς. ἐν‐
10τεῦθεν βούλεται περὶ τῶν ἀντιθέσεων αὐτῶν διαλαβεῖν καὶ εἰπεῖν τίνες μὲν αὐτῶν ἀντιφατικῶς ἀντίκεινται τίνες δὲ ἐναντίως. καί φησιν ταύτην λέγω ἀντιφατικῶς ἀντικεῖσθαι τὴν ἀναιροῦσαν τὴν καθόλου κατάφασιν καὶ φάσκουσαν τῷ αὐτῷ τῷ καταφανθέντι καθόλου· τοῦτο δὲ ποιεῖ ἡ οὐ πᾶς ἀναιροῦσα τὴν πᾶς, διὸ καὶ ἀντιφατικῶς
15ἀντίκειται· ἀνάγκη γὰρ τῆς ἑτέρας αὐτῶν ἀληθευούσης τὴν ἑτέραν ψεύδεσθαι, καὶ οὔτε συναληθεύουσίν ποτε οὔτε συμψεύδονται ἀλλ’ ἀεὶ διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης. Ἐναντίως δὲ τὴν τοῦ καθόλου κατάφασιν καὶ τὴν τοῦ καθόλου ἀπό‐
φασιν. εἰρηκὼς πῶς ἀντίκειται ἡ πᾶς καὶ ἡ οὐ πᾶς ὅτι ἀντιφατι‐

44

κῶς, νῦν λέγει πῶς ἀντίκεινται ἡ πᾶς καὶ ἡ οὐδεὶς καί φησιν ὅτι ἐναντίως. καὶ εἴρηται δι’ ἣν αἰτίαν· ὅτι ἐπειδὴ ὥσπερ τὰ ἐναντία ἅμα μὲν ἀπεῖναι τοῦ ὑποκειμένου δύνανται ἅμα δὲ παρεῖ‐ ναι οὐ δύνανται οὕτως καὶ αὗται ἅμα μὲν οὐκ ἀληθεύουσιν ἅμα
5δὲ συμψεύδονται. Τὰς δὲ ἀντικειμένας αὐταῖς. λείπει τὸ ἀντιφατικῶς, ἵνα ᾖ ὁ λόγος οὕτως· “τὰς δὲ ἀντικειμένας αὐταῖς ἀντιφατικῶς ἐνδέχεται συναληθεύειν.” ἀντίκειται δὲ ἀντιφατικῶς τῇ μὲν πᾶς ἡ οὐ πᾶς τῇ δὲ οὐδεὶς ἡ τίς. αὗται οὖν ἥ τε τὶς καὶ ἡ οὐ πᾶς ἐὰν ἀντι‐
10τεθῶσιν ἀλλήλαις ἐπὶ τῆς ἐνδεχομένης ὕλης εὑρεθήσονται συναλη‐ θεύουσαι, διό φησιν ὅτι τὰς ἀντικειμένας αὐταῖς ἐνδέχεται συν‐ αληθεύειν. Ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόλου εἰσὶν ὡς καθόλου. καθό‐ λου ὡς καθόλου καλεῖ πάσας τὰς προσδιωρισμένας ἀπὸ τοῦ ἐν αὐ‐
15ταῖς κυριωτέρου· ἑκατέρα γὰρ ἐκείνων τῶν ἀντιφάσεων ἔχει κα‐
θόλου προσδιωρισμένην πρότασιν, ἡ μὲν τὴν πᾶς ἡ δὲ τὴν οὐδείς.

45

εἴρηται δὲ καὶ πρόσθεν διὰ τί καὶ αἱ μερικαὶ καθόλου καλοῦν‐ ται. Ὅσαι δὲ ἐπὶ τῶν καθόλου μὲν μὴ καθόλου δέ. καθόλου μὴ κα‐ θόλου καλεῖ τὰς ἀπροσδιορίστους· διότι μὲν γὰρ ἔχουσι καθό‐
5λου ὑποκείμενον λέγοιντο ἂν καθόλου, διότι δὲ οὐκ ἔχουσιν προσδιορισμὸν καθολικὸν καλοῦνται μὴ καθόλου. τούτων δέ, φη‐ σίν, οὐκ ἀεὶ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδὴς ὑπάρχει, ἀλλ’ ἔστιν ὅ‐ τε συναληθεύουσιν. ἰστέον δὲ ὅτι αὐτὸς ἀξιοῖ προσυπακούεσθαι τῷ ‘ἔστιν ἄνθρωπος δίκαιοσ‘ τὸ Σωκράτης, ‘ἔστιν ἄνθρωπος ἄδι‐
10κος,‘ ἵνα προσυπακούεται Ἄνυτος, καὶ πάλιν ‘ἔστιν ἄνθρωπος καλός,‘ ἵνα προσυπακούεται ὁ Ἀχιλλεύς, ‘ἔστιν ἄνθρωπος αἰσ‐ χρός,‘ ὁ Θερσίτης. εἰσὶ δὲ οἱ βουλόμενοι διαιρεῖν αὐτὰς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὴν μὲν κατάφασιν τὴν ‘ἔστιν ἄνθρωπος δίκαιοσ‘ μερικὸν εἰσάγειν τί φασιν τὴν δὲ ἀπόφασιν καθόλου εἶ‐
15ναι τὴν ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιος,‘ τῇ χρήσει φασὶν ἀκολου‐ θεῖν· ἡ γὰρ συνήθεια, φασίν, οὕτως εἰώθει ἀποφαίνεσθαι ὡς κα‐ θόλου λέγουσα. ὁ δὲ Ἀριστοτέλης ἀξιοῖ προσυπακούεσθαί τι καὶ
ἐπὶ τῆς ἀποφάσεως τῆς ‘οὐκ ἔστιν ἄνθρωπος καλός,‘ ἵνα προσ‐

46

υπακούεται ὁ Θερσίτης, διὸ οὔ φησιν αὐτὰς διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γὰρ καὶ ὁ λέγων ‘ἔστιν ἄνθρωπος δίκαιοσ‘ ἀ‐ ληθεύει ἐπὶ Σωκράτους καὶ ὁ λέγων ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιοσ‘ ἀληθεύει ἐπὶ Ἀνύτου, οὐκ ἂν διαιροῖεν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος
5ἀλλὰ συναληθεύοιεν. Εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός, καὶ εἰ γίνεταί τι, 〈καὶ〉 οὐκ ἔστιν. δύο ἐπιχειρήμασι κέχρηται πρὸς τὸ δεῖξαι ὅτι οὐ διαι‐ ροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἑνὶ μὲν ἐκ τῶν ἐναντίων ἑτέρῳ δὲ ἐκ τῶν μὴ ἐναντίων. τὸ μὲν οὖν ἐκ τῶν ἐναντίων ἐστὶ τοῦ‐
10το· ὁ λέγων ‘ἔστιν ἄνθρωπος καλόσ‘ ἀληθεύει καὶ ὁ λέγων ‘ἔσ‐ τιν ἄνθρωπος αἰσχρόσ‘ ἀληθεύει, τῷ δὲ λέγοντι ‘ἔστιν ἄνθρωπος αἰσχρόσ‘ συναληθεύει ὁ λέγων ‘ἔστιν ἄνθρωπος οὐ καλός.‘ εἰ δὲ οὗτος συναληθεύει τῷ β, οὐκοῦν καὶ τῷ α, εἴπερ καὶ ὁ β συν‐ ηλήθευεν τῷ α. οὐκοῦν εἰ ὁ λέγων ‘ἔστιν ἄνθρωπος καλόσ‘ συν‐
15αληθεύει τῷ λέγοντι ‘ἔστιν ἄνθρωπος οὐ καλόσ‘ [συναληθεύει τῷ λέγοντι ‘ἔστιν ἄνθρωπος καλόσ‘], οὐ διαιρήσουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. [α ἔστιν ἄνθρωπος καλός, ἀληθής· β ἔστιν ἄνθρω‐
πος αἰσχρός, ἀληθής· γ ἔστιν ἄνθρωπος οὐ καλός, ἀληθής.]

47

Καὶ εἰ γίνεταί τι, καὶ οὐκ ἔστιν. τὸ δεύτερον ἐπιχείρημα τὸ ἐκ τῶν μὴ ἐναντίων. ὁ λέγων ‘ἔστιν ἄνθρωποσ‘ ἀληθεύει ἐπὶ τοῦ κυουμένου καὶ ὁ λέγων ‘οὐκ ἔστιν ἄνθρωποσ‘ ἀληθεύει ἐπὶ τοῦ κυουμένου· εἰ γὰρ κυῆται οὔπω ἔστιν. [εἰ οὖν ὁ γ ὅρος
5συναληθεύει τῷ β καὶ ὁ β τῷ α, οὐκοῦν καὶ ὁ γ τῷ α.] ἵνα ἀληθεύσει ὁ λέγων ‘οὐκ ἔστιν ἄνθρωποσ‘ προσυπακουομένων τινῶν δηλονότι. Ἰστέον δὲ ὅτι οἱ βουλόμενοι αὐτὰς διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κέχρηνται καί τινι ἑτέρῳ τοιούτῳ ἐπιχειρήματι·
10ἐπειδή, φασίν, αἱ ἀπροσδιόριστοι προτάσεις ὕλῃ ἀναλογοῦσιν αἱ δὲ προσδιωρισμέναι εἴδει, διότι ἡ μὲν ὕλη συγκέχυται καὶ ἔστιν ἀόριστος τὸ δὲ εἶδος διήρθρωται καὶ διώρισται, τοιαῦται δὲ φαίνονται αἱ προσδιωρισμέναι, αἱ δὲ ἀπροσδιόριστοι ἀδιάρθρωτοι οὖσαι τὴν ὕλην ἀναλογοῦσιν, ὀφείλομεν οὖν, φασίν, πρὸς τὰς χεί‐
15ρους τῶν προσδιωρισμένων παραβάλλοντες τὰς ἀπροσδιορίστους ἰ‐ δεῖν· εἰ διαιροῦσιν ἐκεῖναι, ἐκείναις δὲ ἀναλογοῦσιν αὗται, δῆ‐ λον ὅτι καὶ αὗται διαιρήσουσιν, ποῖαι δὲ χείρους τῶν προσδιω‐ ρισμένων εἴτε αἱ καθόλου εἴτε αἱ μερικαὶ ἐπισκεπτέον. ἐν μὲν
οὖν ταῖς καταφατικαῖς ταῖς προσδιωρισμέναις χείρων ἐστὶν ἡ τὶς

48

τῆς πᾶς (μερικὸν γάρ τι εἰσάγει αὕτη), ἐν δὲ ταῖς ἀποφατικαῖς ἡ καθόλου χείρων ἡ οὐδεὶς τῆς οὐ πᾶς (παντελῆ γὰρ ἀνυπαρξίαν εἰσάγει αὕτη· χείρων δὲ ἡ παντελὴς ἀνυπαρξία τῆς μερικῆς). ἐπειδὴ τοίνυν εὕρομεν ποῖαι εἰσὶν αἱ χείρους, αὗται δὲ φαίνον‐
5ται διαιροῦσαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, δῆλον ὅτι καὶ ἐκεῖναι διαιρήσουσιν αἱ ταύταις ἀναλογοῦσαι. φαμὲν δὲ ὅτι τοῦτο διδά‐ ξαι ἔστιν ὅπως δεῖ πρὸς τὰς ἀξίας ποιεῖσθαι καὶ τὰς ἀναλογίας, οὐχὶ δὲ καὶ ἡ φύσις τῶν προτάσεων οὕτως ἔχει. Δόξειε δ’ ἂν ἐξαίφνης ἄτοπον εἶναι. εἰδὼς ὅτι πολλή ἐστιν ἡ
10χρῆσις παρὰ τοῖς ἀνθρώποις ἡ προάγουσα τὸ ‘οὐκ ἔστιν ἄνθρωπος καλός,‘ φησὶν ὅτι οὐκ ἔστιν ἀληθὲς τοῦτο οὔτε ἀνάγκη. καλῶς δὲ προσέθηκεν τὸ ἐξ ἀνάγκης, ἐπειδὴ ἔστιν ὅτε συναληθεύουσιν ἐπὶ τῆς ἀδυνάτου ὕλης· ὁ γὰρ λέγων ὅτι ‘οὐκ ἔστιν ἄνθρωπος πτε‐ ρωτόσ‘ ἰσοδυναμεῖ τῷ λέγοντι ‘οὐδεὶς ἔστιν ἄνθρωπος πτερωτός·‘
15τούτου δ’ αἰτία ἡ ὕλη καθέστηκεν. Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεως. πόρισμά τι
συναναφανὲν τοῖς ἀποδειχθεῖσιν λέγει ἐνταῦθα. πόρισμα δὲ κα‐

49

λοῦσιν οἱ γεωμέτραι ὅταν ἄλλου τινὸς ἀποδεικνυμένου ἕτερόν τι συναποδειχθῇ οὐ προηγουμένως περὶ αὐτοῦ ὄντος τοῦ λόγου. τοι‐ οῦτόν τι καὶ ἐνταῦθα εὑρίσκει ὁ φιλόσοφος· ἐν γὰρ τῷ διδάσκειν τὰς ἀντιθέσεις καὶ λέγειν τίς τίνι ἀντίκειται, ἐκ τούτου, φη‐
5σίν, δῆλον ὅτι μιᾷ καταφάσει μία ἀπόφασις ἀντίκειται, εἶτα λέ‐ γει τὸν τρόπον. Τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι. τὸ αὐτὸ ἀντὶ τοῦ κατηγορούμενον. Ἀπὸ τοῦ αὐτοῦ. ἀντὶ τοῦ ὑποκειμένου, εἴτε τῶν καθ’ ἕκαστα ᾖ τοῦτο τὸ ὑποκείμενον, εἴτε τῶν καθόλου εἴτε τῶν προσδιωρισμέ‐
10νων εἴτε τῶν ἀπροσδιορίστων. Ἐὰν δ’ ἄλλο τι. τοῦτό φησιν ὅτι ἂν ἄλλο τι κατηγορούμενον ἀποφήσει ἡ ἀπόφασις ἢ ὅπερ κατέφησεν ἡ κατάφασις οὐκ ἔσται τὸ τοιοῦτον ἀντίφασις, οἷον ‘Σωκράτης δίκαιός ἐστιν‘ ‘Σωκράτης λευκὸς οὐκ ἔστιν.‘ ἄλλο ἀπέφησεν ἡ ἀπόφασις, διὸ οὐκ ἔστιν
15ἀντίφασις.

50

Ἢ ἀπ’ ἄλλου. ὑποκειμένου δῆλον ὅτι. ἐάν, φησίν, ἀπ’ ἄλλου ὑποκειμένου ἀποφήσει ἡ ἀπόφασις ἢ ὅπερ κατέφησεν ἡ κατάφασις οὐκ ἔσται ἀντίφασις, οἷον ‘Σωκράτης λευκός ἐστιν‘ 〈‘Πλάτων λευκὸσ〉 [ἢ ἀπ’ ἄλλου τὸ] οὐκ ἔστιν.‘
5Ἢ ἀπ’ ἄλλου τὸ αὐτό. τὸ αὐτὸ ἀντὶ τοῦ κατηγορούμενον. ἐάν, φησίν, τὸ αὐτὸ κατηγορούμενον ἀπ’ ἄλλου ὑποκειμένου ἀποφήσει οὐκ ἔσται ἀντίφασις. Οὐχ ἡ ἀντικειμένη ἀλλ’ ἔσται ἐκείνης ἑτέρα. ἐάν, φησίν, τῆς καταφάσεως ἕτερον ᾖ τὸ ὑποκείμενον ἢ τὸ κατηγορούμενον οὐκ ἔτι
10ἔσται ἐκείνης ἀπόφασις, ἀλλὰ δεῖ ἑτέραν ζητεῖν. Τῇ δὲ πᾶς ἄνθρωπος λευκός. κατὰ κοινοῦ τὸ ἀντίκειται· ἀνωτέρω γὰρ εἰρηκὼς τὰ καθ’ ἕκαστα, εἶτα διακόψας ἐν μέσῳ, νῦν ἀναπλη‐ ροῖ τὸν λόγον. Καὶ ὅτι οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασις. τῷ τῆς ἀντιφάσεως
15ὀνόματι οὐχ ὃν εἴωθεν τρόπον ἐχρήσατο νῦν ἀλλ’ ἀντὶ τοῦ τῆς

51

ἀντιθέσεως ὀνόματος. εἰ γὰρ οὕτω λάβωμεν ψευδὴς ἔσται ὁ λόγος· πᾶσα γὰρ ἀντίφασις θέλει διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα. ἐ‐ πειδὴ ἔφθασεν εἰρηκέναι ὅτι μιᾶς καταφάσεως μία ἐστὶν ἀπόφασις,
5νῦν διδάσκει πῶς ἂν γένοιτο μιᾷ καταφάσει, ὅτι δῆλον, φησίν, ὅτι οὐ δεῖ τῇ λέξει προσέχειν ἀλλὰ τῷ σημαινομένῳ· εἰ γὰρ μία μὲν ὑπάρχει σημαινομένα δὲ πλείονα, οὐκ ἔσται μιᾶς καταφάσεως μία ἀπόφασις· τῆς γὰρ ‘Αἴας ἐμονομάχησεν Ἕκτορι‘ οὐκ ἔστιν ἀπόφα‐ σις ‘Αἴας οὐκ ἐμονομάχησεν Ἕκτορι‘ αὐτῇ καθ’ αὑτὴν ἄνευ προσ‐
10διορισμοῦ τινός. τοῦτο δὲ συμβέβηκεν, ἐπειδὴ πλείονα σημαίνει ἡ Αἴας φωνή. καὶ ἐπὶ τοῦ κατηγορουμένου δὲ τὰ αὐτὰ δεῖ ζητεῖν μὴ ὁμώνυμόν ἐστιν ἢ κἂν μὴ πρὸς ἄλλο λέγοιτο, καὶ ὁποῖα τοιαῦ‐ τα ἀσφαλιζόμεθα διὰ τὰς σοφιστικὰς ἐνοχλήσεις. Εἰ τὸ λευκὸν ἓν [τι] σημαίνει. οὕτως ἔσονται, φησίν, αἱ ἀντιφά‐
15σεις καὶ ἐπὶ τῶν καθ’ ἕκαστα καὶ ἐπὶ τῶν καθόλου εἰ τὸ λευκὸν ἓν σημαίνει, καίτοι εἰδὼς ὅτι οὐχ ἓν σημαίνει τὸ λευκὸν ὅμως
λόγου ἕνεκεν παρέλαβεν αὐτό.

52

Εἰ δὲ δυεῖν ἓν ὄνομα κεῖται. δῆλον ὅτι καὶ ἡ πρώτη ἡ λέγουσα ὅτι ἔστιν ἱμάτιον λευκὸν εἴπερ ἐκ τῆς ‘ἱμάτιον‘ φωνῆς πολλὰ σημαίνεται· ὅμοιον γάρ ἐστι τὸ εἰπεῖν ἱμάτιον τῷ εἰπεῖν ἵππος καὶ ἄνθρωπος καὶ εἴ τι ἄλλο ὑπὸ τῆς τοῦ ἱματίου φωνῆς σημαί‐
5νοιτο. Ἢ οὐδὲν σημαίνει. ἐδείχθη γὰρ ὅτι 〈εἰ〉 ἓν οὐ σημαίνει, πᾶσα ἀνάγκη δῆλον ὅτι ἢ μηδὲν αὐτὴν σημαίνειν ἢ πολλά. Οὐ γάρ ἐστιν τὶς ἄνθρωπος ἵππος. εἴπερ οὖν μὴ δύνανται συν‐ τρέχειν εἰς μίαν φύσιν τὰ ὑπὸ τοῦ ἱματίου δηλούμενα μηδὲ ὡς ἕν
10τι λέγεσθαι, δῆλον ὅτι οὐ μίαν ποιεῖ κατάφασιν ἢ ἀπόφασιν. Ὥστε οὐδ’ ἐν ταύταις ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ ἀντί‐ φασιν εἶναι. εἰ γὰρ μὴ μίαν ποιήσουσιν κατάφασιν οὐκ ἀντί‐ κεινται ἀντιφατικῶς εἴπερ ἐν ταύτῃ μιᾶς καταφάσεως μία ἀπόφασις θέλει ὑπάρχειν, εἰ δὲ καὶ μὴ ἀντιφατικῶς ἀντικείσονται οὐκ
15ἀνάγκη τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι, ὥστε ἐκ τούτων δῆλον ὅτι ἕν τι δεῖ σημαίνειν τὸ ὑποκείμενον καὶ τὸ κατηγορούμενον
εἰ μέλλοι κατάφασιν ἢ ἀπόφασιν ποιεῖν.

53

Ἐπὶ μὲν οὖν τῶν ὄντων. διελὼν τὰς προτάσεις ἐκ τοῦ ὑποκειμέ‐ νου καὶ εἰρηκὼς περὶ τῶν προσδιωρισμένων καὶ περὶ τῶν ἀπροσ‐ διορίστων καὶ εἰπὼν ποῖαι ἀντιφατικῶς ἀντίκεινται καὶ ποῖαι ἐναντίως ἐπὶ τοῦ κατηγορουμένου, ἐπισκέπτεται αὐτὰς καὶ λέγει
5ποῖαι μὲν ἀεὶ ἐπὶ παντὸς χρόνου διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦ‐ δος ποῖαι δὲ οὔ. καί φησιν ὅτι ἐπὶ μὲν τοῦ ἐνεστῶτος καὶ παρ‐ εληλυθότος αἱ καθ’ ἕκαστα καὶ αἱ καθόλου διαιροῦσιν αἱ δὲ ἀ‐ προσδιόριστοι οὐδαμῶς, διότι ἰσοδυναμοῦσιν ταῖς μερικαῖς. Καὶ ἐπὶ τῶν καθ’ ἕκαστα, ὥσπερ εἴρηται. ἀντὶ τοῦ ἐπὶ ἐνεστῶ‐
10τος καὶ παρεληλυθότος διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἴρη‐ ται δὲ καὶ περὶ τούτων διὰ τί καθόλου ὡς μὴ καθόλου λέγονται καὶ ὅτι ἰσοδυναμοῦσιν, καὶ διὰ τί οὐ δύνανται διαιρεῖν εἴρηται. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα τὸν λόγον ἐξετάζει καὶ τοῦ μέλλοντος χρόνου καὶ δείκνυσιν ὅτι ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὔτε συναλη‐
15θεύειν δύνανται οὔτε συμψεύδεσθαι οὔτε διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Καὶ περὶ μὲν τοῦ μὴ δύνασθαι αὐτὰς συναληθεύειν ἢ συμ‐ ψεύδεσθαι παντί που δῆλον· συμβαίνει γὰρ τὸ αὐτὸ καὶ ἔσεσθαι
καὶ μὴ ἔσεσθαι. περὶ δὲ τοῦ ὅτι οὔτε διαιροῦσιν, κέχρηται ἐ‐

54

πιχειρήματι τοιούτῳ. ἀνάγκη, φησίν, τῇ ἀληθείᾳ τῶν λόγων ἕ‐ πεσθαι τὴν τῶν πραγμάτων ὕπαρξιν καὶ τῇ ὑπάρξει τῶν πραγμάτων ἕπεσθαι τὴν τῶν λόγων ἀλήθειαν. ἀνάγκη οὖν λέγοντός τινος ὅτι ἔσται τόδε τι εἰ μέλλοι ἀληθεύειν πάντως ἐκβαίνειν ἢ μὴ ἐκβαί‐
5νειν εἰ μέλλοι ψεύδεσθαι. εἰ δὲ τοῦτο οὕτως ἔχει, ἀνῄρηται τὸ ἐνδεχόμενον. ἐντεῦθεν ἀπορία τις ἀνακύπτει συμβαλλομένη πρὸς πᾶν μέρος φιλοσοφίας. ζητητέον γὰρ εἰ ἄρα μή ἐστι τὸ ἐνδεχόμενον εἴπερ ἀνάγκη ἀληθεύοντος ἐκβαίνειν. ἰστέον τοίνυν ὅτι οἱ Στωικοὶ ἀναιροῦντες τὸ ἐνδεχόμενον δύο τινὰς προβάλλον‐
10ται ἀπορίας τὴν μίαν μὲν ἐπιπολαιοτέραν τὴν δὲ ἑτέραν πραγμα‐ τειωδεστέραν. Ἔστιν οὖν ἡ μὲν ἐπιπόλαιος αὕτη· εἰ θεριεῖς (ἀντὶ τοῦ εἰ μέλλεις θερίζειν) πάντως θεριεῖς, καὶ οὐ τάχα μὲν [θερίζειν πάντως θεριεῖς καὶ οὐ τάχα μὲν] θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ
15πάντως θεριεῖς. πάλιν εἰ οὐ θεριεῖς πάντως οὐ θεριεῖς, καὶ οὐ τάχα μὲν οὐ θεριεῖς τάχα δὲ θεριεῖς, ἀλλὰ πάντως οὐ θεριεῖς· ἀλλὰ μὴν ἤτοι θεριεῖς ἢ οὐ θεριεῖς· ἀνῄρηται ἄρα τὸ ἐνδεχόμε‐ νον. ἀλλὰ μήν, φασίν, ἐδείχθη ὅτι ἀνάγκη σὲ ἢ θερίσαι ἢ μὴ
θερίσαι, οὐκ ἔστιν 〈ἄρα〉 τὸ ἐνδεχόμενον. ἡμεῖς δὲ λύοντες

55

τὴν ἀπορίαν φαμὲν πρὸς αὐτοὺς ὅτι τὸ ‘εἰ θεριεῖσ‘ προάγεται ἆρα ὡς ὄντος ἐνδεχομένου καὶ μὴ θερίσαι αὐτόν; εἰ μὲν γὰρ τοῦτο φήσουσιν ἔχομεν τὸ ζητούμενον. εἰ δὲ μὴ φήσουσιν, ἀλλ’ ὡς ἀναγκαίου πῶς οἷόν τε λέγειν “ἀλλὰ μὴν ἤτοι θεριεῖς ἢ οὐ
5θεριεῖς,” τοῦτο γὰρ ἐνδεχομένου ἐστίν. Ἡ δὲ ἑτέρα ἀπορία ἥτις καὶ πράγματα παρέχει ἱκανά ἐσ‐ τιν αὕτη. τὸ θεῖον, φασίν, ἢ οἶδεν τὰ πράγματα ἢ οὐκ οἶδεν. ἀλλὰ μὴν τὸ λέγειν ὅτι οὐκ οἶδεν τῶν ἀτοπωτάτων· οἶδεν ἄρα. καὶ εἰ οἶδεν ἢ ὡρισμένως οἶδεν αὐτὰ ἢ ἀορίστως. ἀλλὰ μὴν
10τοῦτο λέγειν ὅτι ἀορίστως οἶδεν πάλιν ἄτοπον· οὐδὲν γὰρ διοί‐ σει τῶν ἀνθρώπων. ὡρισμένως ἀνάγκη αὐτὸν εἰδέναι τὰ πράγμα‐ τα, καὶ εἰ τοῦτο ἀληθές, ὥσπερ οὖν καὶ ἔστιν, ἀνάγκη τῇ γνώ‐ σει αὐτοῦ ἕπεσθαι τὰ πράγματα. καὶ εἰ οἶδεν ὅτι ἔσται τόδε τι ἀνάγκη αὐτὸ καὶ γενέσθαι. πάλιν εἰ οἶδεν ὅτι τόδε τι οὐκ
15ἔσται ἀνάγκη αὐτὸ μὴ γενέσθαι. τὰ πράγματα ἄρα ἀναγκαίως γί‐ νεται ἢ ἀδυνάτως οὐ γίνεται καὶ οὐδαμοῦ τὸ ἐνδεχόμενον. ταύ‐ την τὴν ἀπορίαν ἐπελύσαντο πολλοί, καὶ πρῶτος ὁ θεῖος Ἰάμβλι‐ χος. εἰδέναι γὰρ δεῖ ὅτι ἔστι τὸ γίνωσκον καὶ τὸ γινωσκόμενον
καὶ ἡ γνῶσις· διὰ γὰρ μέσης τῆς γνώσεως γινώσκει ὁ γινώσκων.

56

ὁ τοίνυν γινώσκων ἢ κρειττόνως ἢ κατὰ τὴν γινωσκομένην φύσιν αὐτὸ οἶδεν ἢ χειρόνως ἢ ἰσοτίμως, οἷον ὁ ἄνθρωπος τὸ λευκὸν τὸ ἐν τῷ σώματι [ἃ] κρειττόνως ἢ κατὰ τὴν αὐτοῦ φύσιν ἐπίστα‐ ται ὅταν καθόλου αὐτὸ λαμβάνει καὶ νοῇ αὐτό, οὐχ ὡς ἐν ὑπο‐
5κειμένῳ ἀλλ’ ὡς ὑπεξῃρημένον καὶ ἔχον οἰκείαν φύσιν. ἰσοτί‐ μως δὲ ὅταν ἑαυτὴν ἡ ψυχὴ γινώσκει καὶ πρὸς ἑαυτὴν ἐπιστρέ‐ φοιτο. χειρόνως δὲ εἰ κατὰ τὴν αὐτῶν φύσιν γινώσκομεν τὰ θεῖα· οὐ γὰρ οἷοί τέ ἐσμεν ὡς ἔχει φύσεως οὕτως αὐτὰ γνῶναι. οὕτως οὖν ἔστιν εἰπεῖν καὶ περὶ τῶν θείων ὅτι γινώσκουσι τὰ
10πράγματα κρειττόνως ἢ κατὰ τὴν αὐτῶν φύσιν. καὶ ὥσπερ τὰ σώματα ἀσωμάτως γινώσκουσι καὶ τὰ ἐν χρόνῳ ἀχρόνως, οὕτως καὶ τὰ ἐνδεχόμενα ἀναγκαίως, καὶ οὐκ ἐπειδὴ οἶδεν αὐτὰ ἐκβή‐ σονται ἀλλ’ ἐπειδὴ ἄλλῃ ἐπιγνώσει πάντα ὑποβάλλει καὶ αὐτῷ τῷ εἶναι πάντα φωτίζει καὶ οὐ διὰ βουλῆς.
15Ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδής. ἐντεῦθεν ἄρχεται συνηγορεῖν τῇ δόξῃ τῇ ἀναιρούσῃ τὸ ἐνδεχόμενον, ὕστερον δὲ ἀνατρέψει. λέ‐ γει οὖν ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται ἡ ὕπαρξις τῶν πραγμά‐
των καὶ τῇ ὑπάρξει τῶν πραγμάτων ἡ ἀλήθεια τῶν λόγων. φησὶν

57

οὖν ὅτι “εἰ πᾶσα κατάφασις ἀληθὴς ἢ ψευδής,” ἀνάγκη καὶ τὰ πράγματα ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἵνα ἕπεται ἀλλήλοις. Ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα. οὐ γὰρ οἷόν τε τὸ αὐτὸ καὶ ὑπάρ‐ χειν καὶ μὴ ὑπάρχειν οὐδὲ τὸ αὐτὸ ἀληθὲς εἶναι καὶ ψεῦδος·
5ἀνάγκη γοῦν τὴν ἑτέραν τῶν προτάσεων μόνην ἀληθῆ εἶναι τὴν δὲ ἑτέραν ψευδῆ, καὶ τῇ μὲν ἀληθεῖ ἕπεσθαι τὸ πρᾶγμα τῇ δὲ ψευ‐ δεῖ μὴ ἕπεσθαι ἀνάγκη. Εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι λευκόν ἐστιν. ἐπειδὴ ἀνωτέρω ἀσαφῶς ἐπέφραστο ἡνίκα ἔλεγεν “εἰ γὰρ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀλη‐
10θής” καὶ τὰ λοιπά, νῦν σαφηνίζων τὸν λόγον προστίθησιν καὶ πα‐ ραδείγματα. Οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται. ἐπειδὴ ἔδειξεν ἀλλήλοις ἐξ ἀνάγκης ἑπόμενα τούς τε λόγους καὶ τὰ πράγματα, νῦν ἐπάγει τὸ
συμπέρασμα τὸ ἀναιροῦν τὸ ἐνδεχόμενον.

58

Οὔτε ἀπὸ τύχης οὔτε ὁπότερ’ ἔτυχεν. τὸ ἐνδεχόμενον εἰς τρία διαιρεῖται, εἰς τὸ ἐπὶ πλέον εἰς τὸ ἐπ’ ἔλαττον εἰς τὸ ἐπ’ ἴσης. ἐπὶ πλέον ἐνδεχόμενόν ἐστιν ὅταν ὡς ἐπὶ τὸ πολὺ ἐκβαί‐ νει τὸ πρᾶγμα· περὶ τοῦτο τὸ ἐνδεχόμενον θεωρεῖται φύσις καὶ
5τέχνη· καὶ γὰρ καὶ ἡ φύσις ὡς ἐπὶ τὸ πολὺ πενταδακτύλους ποι‐ εῖ τοὺς ἀνθρώπους, καὶ ἡ ἰατρικὴ ὡς ἐπὶ τὸ πολὺ ὑγιάζει. ἐπ’ ἔλαττον δὲ ἐνδεχόμενόν ἐστιν ὅταν ὡς ἐπὶ τὸ πολὺ μὴ ἐκβαίνῃ· παρυφίσταται δὲ τούτῳ τῷ ἐνδεχομένῳ τύχη καὶ αὐτόματον. ἡ μὲν οὖν τύχη θεωρεῖται περὶ τὰ πράγματα μετά τινος προαιρέ‐
10σεως γινόμενα, οἷον εἴ τις ἀπιὼν λούσασθαι περιπέσοι πωλουμέ‐ νῳ τινὶ ὃ πολὺν εἶχεν χρόνον ζητῶν, τοῦτο ἐνδεχόμενόν ἐστιν ἀπὸ τύχης, καὶ τῷ ὀρύττοντι περιπίπτειν θησαυρῷ. τὸ δὲ αὐτό‐ ματον περὶ τὰ ἄλογα καὶ ἄψυχα θεωρεῖται, οἷον εἰ κατενεχθεὶς λίθος ποθὲν αὐτομάτως γένοιτο καθεστήριον ἢ δραπετεύσας ἵππος
15ἀπὸ πολέμου καὶ ἀπελθὼν πιεῖν ἐπελθόντων τῶν πολεμίων καὶ τοὺς ἄλλους λαβόντων μόνος σωθῇ. καὶ ταῦτα τὰ ἐπ’ ἔλαττον ἐνδεχόμε‐ να λέγεται κἂν ἀπὸ τύχης ᾖ καὶ αὐτόματα. ἐπ’ ἴσης δὲ ἐνδεχόμε‐ νόν ἐστιν ὅσα ἐν τῇ ἡμετέρᾳ προαιρέσει ὑπάρχει, οἷον τὸ καθεσ‐
θῆναι καὶ μὴ καὶ ὅσα τοιαῦτα. ἐπ’ ἴσης δὲ λέγεται διότι οὐδὲν

59

μᾶλλον τοῦτο γίνεται ἢ ἐκεῖνο. τριῶν οὖν εἰδῶν τούτων ὄντων τοῦ ἐνδεχομένου τῶν δύο μόνον ἐμνημόνευσεν τοῦ τε ἐπ’ ἴσης καὶ τοῦ ἐπ’ ἔλαττον, τὸ δὲ ἐπὶ πλέον ἀφῆκεν ὡς πλησιάζον τῷ ἀναγκαίῳ καὶ σχεδὸν ἀναγκαῖον ὄν.
5Ὁμοίως γὰρ ἂν ἐγίνετο ἢ οὐκ ἐγίνετο. εἰ ἦν, φησίν, τὸ ἐνδε‐ χόμενον, οὐδὲν μᾶλλον τὸ πρᾶγμα ἐγίνετο ἢ οὐκ ἐγίνετο καὶ οὐκ ἔτι ἐξ ἀνάγκης ἠκολούθει τῇ ἀληθείᾳ τῶν λόγων ἡ ὕπαρξις τῶν πραγμάτων. “τὸ γὰρ ὁπότερ’ ἔτυχεν,” φησίν, “οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχει ἢ ἕξει.” τὸ δὲ ἐπ’ ἴσης ἐνδεχόμενον
10ὁπότερ’ ἔτυχεν καλεῖ. Ἔτι εἰ ἔστι λευκὸν νῦν, ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκόν. ἕτερον ἐπιχείρημα παραλαμβάνει, καί φησιν ὅτι ὥσπερ ὁρῶμεν ὅτι τὸ νῦν ὑπάρχον ἀληθὲς ἦν εἰπεῖν πρὸ πολλοῦ ὅτι ὑπ‐ άρχει, οὕτως καὶ τὸ μὴ ὑπάρχον νῦν ἀληθὲς ἔσται εἰπεῖν ὅτι 〈οὐκ〉
15ἔσται. φαμὲν δὲ πρὸς τοῦτο ὅτι οὐκ ἐπειδὴ νῦν μετὰ τὴν ἔκβα‐ σιν ἀληθῆ φαίνεται, τὸ προειπεῖν ἤδη καὶ τότε ἀληθὲς ἦν· πρὸ
γὰρ τοῦ ἐκβῆναι ἀόριστον ὑπῆρχεν.

60

Ἀλλὰ μὴν οὐδὲ ὡς οὐδέτερόν γε ἀληθές· ἐνταῦθα δείκνυσιν ὅτι οὔτε συμψεύδονται ἀπὸ τοῦ ἀξιώματος τῆς ἀντιφάσεως, ὡς διὰ τοῦτο, φησίν, οὐκ ἐγχωρεῖ συμψεύδεσθαι, ἐπειδὴ ἀνάγκη ἐν τῇ ἀντιφάσει τῆς ἑτέρας τῶν προτάσεων ψευδομένης τὴν ἑτέραν ἀλη‐
5θεύειν. Εἰ δὲ μήτε ἔσται 〈αὔριον〉, οὐκ ἂν εἴη τὸ ὁπό‐ τερ’ ἔτυχεν· δείξας ὅτι οὐκ ἐγχωρεῖ συμψεύδεσθαι, νῦν δείκνυ‐ σιν ὅτι κἂν οὕτω ληφθῶσιν ἀναγκαία ἔσται αὐτῶν ἡ ἔκβασις καὶ οὐδὲ οὕτως εἰσάγεται τὸ ἐνδεχόμενον.
10Ὤστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθαι· εἰρηκὼς πόσα ἄτοπα ἕπεται τῇ τοῦ ἐνδεχομένου ἀναιρέσει μένοντος ἐκείνου τοῦ πάσης ἀντιφάσεως δεῖν τὸ ἕτερον μέρος ἀληθεύειν τὸ δὲ ἕτε‐ ρον ψεύδεσθαι, νῦν καὶ ἐκ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτὸ δείκνυ‐ σιν. εἰ γάρ, φησίν, οὐκ ἔστι τὸ ἐνεχόμενον, ἀλλὰ πάντα ἐξ
15ἀνάγκης γίνεται, συμβαίνει λέγειν τὴν φύσιν ματαιοπονεῖν, ὅπερ ἔστιν ἄτοπον. πῶς δὲ συμβαίνει τὴν φύσιν ματαιοπονεῖν; ὅτι

61

ἐποίησιν ἡμᾶς βουλευτικούς, ἡ δὲ βουλὴ περὶ τῶν ἐνδεχομένων ἐστίν. οὐ γὰρ βουλευόμεθα περὶ τῶν ἀναγκαίων ἢ περὶ τῶν ἀδυ‐ νάτων, οἷον οὐ βουλευόμεθα πῶς ὁ ἄνθρωπος γένηται ζῷον· τοῦτο γὰρ ἀνάγκη ἐστὶ γενέσθαι. οὐδὲ πάλιν βουλευόμεθα πῶς ἂν γέ‐
5νοιτο πτερωτός· τοῦτο γὰρ ἀδύνατον. λείπεται ἄρα περὶ τῶν ἐν‐ δεχομένων ἡμᾶς γενέσθαι βουλευτικούς· εἰ γὰρ μή[τε] διὰ ταῦτα εὑρεθήσεται μάτην ἡ φύσις ποιοῦσα· ἀλλὰ δείκνυσιν καὶ ἐν τῇ Φυσικῇ πραγματείᾳ ἐκ τῆς ἀναλογίας τῆς πρὸς τὰς τέχνας ὅτι οὐδὲν μάτην ἡ φύσις ποιεῖ. εἰ γάρ, φησίν, ὁρῶμεν τὰς
10τέχνας καὶ τὸ σμικρότατον ἕνεκά του παραλαμβανούσας, πολλῷ πλέον ἡ φύσις οὐ παραλείψεταί τι μάτην. Ἀλλὰ μὴν οὐδὲ τοῦτο διαφέρει, εἴ τινες εἶπον τὴν ἀντίφασιν ἢ μὴ εἶπον· ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οὐ τοῖς λόγοις ἕπονται τὰ πράγματα ἀλλὰ τοῖς πράγμασιν οἱ λόγοι. οὐ γὰρ ἐπειδὴ εἶπέν
15τις τόδε τι ἔσεσθαι διὰ τοῦτο ἐκβέβηκεν τὸ πρᾶγμα· ἐπράττετο γὰρ ἂν καὶ εἰ μὴ προεῖπέν τις. ἐπειδὴ μέντοι ἐξέβη ἀληθές ἐσ‐ τι καὶ τὸ φάναι τι περὶ αὐτοῦ, ὡς τοὺς λόγους ἕπεσθαι τῇ ὑπάρξει τῶν πραγμάτων.

62

Εἰ δὴ ταῦτα ἀδύνατα. τὸ διὰ τὴν κατάφασιν ἐκβῆναι τὸ πρᾶγμα. εἰ ἀδύνατον, φησίν, ἐστὶ τὸ τοῖς λόγοις ἕπεσθαι τὰ πράγματα καὶ πάντως ἐκβαίνειν αὐτά τινος προειπόντος αὐτά. κατασκευ‐ άζων ὅτι ἀδύνατόν ἐστι τοῖς λόγοις ἕπεσθαι τὰ πράγματα, φησὶν
5ὅτι ὁρῶμεν τὰ πράγματα ἀνυόμενα ἀπὸ τοῦ ἡμᾶς βουλεύσασθαι περὶ αὐτῶν ἢ ἄρξασθαι πράττειν αὐτά. εἰ δὴ μὴ τοῦτο ἀλλ’ ἐξ ἀνάγκης εἵποντο τοῖς λόγοις, οὐ χρεία ἦν τοῦ βουλεύεσθαι ἢ πράττειν· καὶ καθευδόντων γὰρ ἂν ἡμῶν ἐξῄει. ἀλλὰ μὴν ὁρῶμεν ὅτι ἡμῶν ἀργούντων οὐδὲν ἀνύεται, δῆλον ὅτι ἐνδέχεται αὐτὰ ἐκβῆναι καὶ
10μὴ ἐκβῆναι. Ὅλως ὅτι ἔστιν ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι τὸ δυνατὸν εἶναι. μὴ ἀεὶ ἐνεργοῦντα [δὲ] λέγεται τὰ ἐν γενέσει καὶ φθορᾷ· ἀεὶ μὲν γὰρ ἐνεργοῦντα λέγεται τὰ ἀναγκαῖα, οἷον τὰ θεῖα, ἀεὶ δὲ οὐκ ἐνεργοῦντα, οἷον τὰ ἀδύνατα (ἀεὶ γὰρ μένει ἀνενέργητα),
15οὐκ ἀεὶ δὲ ἐνεργεῖ τὰ ἐν γενέσει καὶ φθορᾷ· καὶ τὰ ἐνδεχόμενα οὐκ ἀεὶ ἐκβαίνει ἀλλά ποτε.
Οἷον ὅτι τουτὶ τὸ ἱμάτιον δυνατόν ἐστι διατμηθῆναι. δείξας

63

ἔκ τε τῆς εἰς ἄτοπον ἀπαγωγῆς καὶ ἐκ τῆς εἰς ἀδύνατον ὅτι ὑπάρχει τὸ ἐνδεχόμενον, νῦν ἐπ’ εὐθείας καὶ οὐ διὰ κύκλων αὐτὸ δείκνυσιν ὅτι ἐγχωρεῖ, καὶ διατέμνειν αὐτὸ ἐγχωρεῖ καὶ μὴ διατέμνειν ἀλλ’ ἔμπροσθεν κατατρίψαι, καὶ ἐπὶ τῶν
5ἄλλων δὲ πραγμάτων ὁμοίως. Ὥστε καὶ ἐπὶ τῶν 〈ἄλλων〉 γενέσεων, ὅσαι κατὰ δύναμιν λέ‐ γονται τὴν τοιαύτην. ἐπὶ τῶν ἄλλων γενέσεων ἀντὶ τοῦ ἐπὶ τῶν ἄλλων πράξεων. κατὰ δύναμιν τὴν τοιαύτην, κατὰ τὴν τοῦ δύνασθαι ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν, καὶ ἁπλῶς εἰπεῖν κατὰ
10τὴν τοῦ δυνατοῦ ὕλην. Οὐ μὴν ἀλλ’ ἐνδέχεται γενέσθαι θάτερον, θάτερον δὲ μή. τριῶν ὄντων εἰδῶν τοῦ ἐνδεχομένου καθὼς προείρηται, εἰπὼν περὶ τοῦ ἐπ’ ἴσης ἀνωτέρω, νῦν περὶ τῶν δύο ἅμα λέγει τοῦ τε ἐπ’ ἔλατ‐ τον καὶ τοῦ ἐπὶ πλέον. διὰ μὲν οὖν τοῦ εἰπεῖν “τὰ δὲ μᾶλλον
15μὲν οὖν καὶ ὡς ἐπὶ τὸ πολύ” ἀμφότερα ἅμα περιέλαβεν τό τε ἐπ’
ἔλαττον καὶ τὸ ἐπὶ πλέον· ἑκάτερον γὰρ αὐτῶν ἔχει μᾶλλον καὶ

64

ὡς ἐπὶ τὸ πολύ, τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ἐκβαίνειν τὸ πρᾶγμα, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ μὴ ἐκβαίνειν, οὐ μὴν ἀλλ’ ἐνδέχεται γε‐ νέσθαι θάτερον. ἐπειδὴ ἀσαφῶς περὶ τῶν δύο ἅμα ἐδίδαξεν ἐν τῷ πρὸ τούτου, νῦν ἑκάτερον διαστειλάμενος συγχωρεῖ. σαφὲς
5δέ ἐστι τὸ λεγόμενον. Τὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ, καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾖ, ἀνάγκη. ἐνταῦθα βούλεται διδάσκειν ὅτι οὐκ ἦν “εἰ δὲ ἔστι τι ἐξ ἀνάγκης [ἔστι] καὶ ἐκβέβηκεν,” οὐδὲ πρὸ τοῦ ἐκβῆναι ἀληθὲς ἦν εἰπεῖν ὅτι ἐξ ἀνάγκης ἔσται τόδε τι. διττὸν γάρ
10ἐστι τὸ ἀναγκαῖον, τὸ μὲν ἀεὶ καὶ ὡσαύτως ἔχον (τὸ τὸν ἄνθρω‐ πον ζῷον εἶναι), ὃ καὶ ἁπλῶς ἀναγκαῖον καλεῖται, ἕτερον δέ ἐστιν ἀναγκαῖον ὃ ἔστ’ ἂν ὑπάρχῃ τὸ πρᾶγμα λέγεται ἀναγκαῖον (οἷον τὸ καθῆσθαι Σωκράτη ἔστ’ ἂν κάθηται ἀναγκαῖόν ἐστιν, οὐχ ἁπλῶς ἀεὶ ἀναγκαῖον, ἐπεὶ ὤφειλεν ἀεὶ καθῆσθαι). τοῦτο
15οὖν βούλεται εἰπεῖν ὅτι οὐκ ἐπειδὴ ὅταν ὑπάρχει τὸ πρᾶγμα λέ‐ γομεν αὐτὸ ἀναγκαίως ὑπάρχειν, ἤδη καὶ ἀεὶ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἐξ ἀνάγκης ἔσται. διὰ δὲ τοῦτο οὐ δυνατὸν γενέσθαι, ἐπει‐ δή, φησίν, διττόν ἐστι τὸ ἀναγκαῖον, τὸ μὲν ἁπλῶς, τὸ δὲ ἔστ’
ἂν ᾖ τὸ πρᾶγμα.

65

Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ὄντος. ὥσπερ, φησίν, λέγομεν τὸ ἂν ἐξ ἀνάγκης εἶναι ὅταν ᾖ οὕτως καὶ τὸ μὴ ὂν ἐξ ἀνάγκης λέγομεν μὴ εἶναι ὅταν μὴ ᾖ, οὐ μέντοι γε ἐξ ἀνάγκης δεῖ αὐτό, φαμέν, μὴ εἶναι· ἐγχωρεῖ γὰρ αὐτό ποτε γενέσθαι.
5Οὐ μέντοι ἔσεσθαί γε αὔριον ναυμαχίαν ἀναγκαῖον οὐδὲ μὴ γε‐ νέσθαι. τοῦτο βούλεται εἰπεῖν ὅτι τὴν μὲν ὅλην ἀντίφασιν ἀ‐ νάγκη διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι τὴν ἑτέραν τῶν προτάσεων ἀνάγκη ὡρισμένως ἀληθεύειν ἢ ψεύδεσθαι, ἀλλ’ ὡς ἂν τύχῃ, καὶ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τῶν ἐσομένων ὅτι ἡ κατάφασις
10πάντως ἀληθεύει ἢ ἡ ἀπόφασις. τὸν μέντοι [τὸ] τὴν ὅλην πρό‐ τασιν λέγοντα ἀνάγκη διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἀνάγκη γὰρ ἢ γενέσθαι ἢ μὴ γενέσθαι. Ὥστε, ἐπεὶ ὁμοίως οἱ λόγοι ἀληθεῖς ὥσπερ τὰ πράγματα. ἐνταῦ‐ θα ἐναργῶς ἀπεφήνατο τοὺς λόγους ἀκολουθεῖν τοῖς πράγμασιν καὶ
15οὐκ αὐτὰ τὰ πράγματα τοῖς λόγοις, ἀλλ’ ὡς ἂν ἔχουσι τὰ πράγμα‐ τα οὕτως σχήσουσιν καὶ οἱ λόγοι· ἐὰν ἀναγκαῖα ᾖ ἀναγκαῖοι καὶ
οἱ λόγοι ἔσονται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

66

Ἐπὶ τοῖς μὴ ἀεὶ οὖσιν ἢ μὴ ἀεὶ οὐκ οὖσιν. ἀεὶ ὄντα ἐστὶ τὰ ἀναγκαῖα, ἀεὶ οὐκ ὄντα ἐστὶ τὰ ἀδύνατα. βουλόμενος οὖν δηλῶ‐ σαι τὰ ἐν γενέσει καὶ φθορᾷ καὶ εἰπεῖν ὅτι ἐν τούτοις θεωρεῖ‐ ται τὸ ἐνδεχόμενον, τῇ ἀναιρέσει τῶν ἀεὶ ὄντων καὶ τῶν ἀεὶ μὴ
5ὄντων εἰσάγει τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα [ἐνδεχόμενον θεωρεῖται]. Τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι. ἂν μὴ προσυπακούσωμέν τι ἀ‐ πορίαν κινήσει ὁ λόγος. λέγει γὰρ ὅτι οὐκ ἀνάγκη πάσης ἀντι‐ φάσεως τὴν ἑτέραν τῶν προτάσεων ἀληθῆ εἶναι τὴν δὲ ἑτέραν ψευ‐
10δῆ, ψεῦδος δὲ τὸ τοιοῦτο ὑπάρχει· πᾶσα γὰρ ἀνάγκη ἐν τῇ ἀντι‐ φάσει τὴν μὲν ἀληθῆ εἶναι τὴν δὲ ψευδῆ, ἐπεὶ οὐκ ἔσται ἀντί‐ φασις· ἀντίφασις γάρ ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως διαι‐ ρουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. δεῖ οὖν ὑπακούειν τῷ ῥηθέντι τὸ ὡρισμένως· οὐ γὰρ ἀνάγκη ὡρισμένως τὴν μὲν ἀληθῆ εἶναι τὴν
15δὲ ψευδῆ, ἀλλ’ ὡς ἂν τύχῃ. Οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ὄντων οὕτως ἔχει καὶ ἐπὶ τῶν μὴ ὄντων.
ἐπὶ μὲν γὰρ τῶν ὄντων καὶ δυναμένων δύναται ὡρισμένως ἡ μὲν

67

ἀληθεύειν ἡ δὲ ψεύδεσθαι, ἐπὶ δὲ τῶν μὴ ὄντων οὐκ ἔστιν ὁ‐ μοίως ἀλλ’ ἀορίστως ἡ μὲν ἀληθεύει ἡ δὲ ψεύδεται. Ἐπεὶ δέ ἐστι τὶ κατὰ τινὸς ἡ κατάφασις. ἡ μὲν ἀπόδοσις τοῦ ῥητοῦ κατωτέρω ἐστίν. ὃ δὲ βούλεται εἰπεῖν τοῦτό ἐστιν· μετὰ
5τὸ εἰπεῖν περὶ τῶν προτάσεων ποῖαι ἀντίκεινται ἀντιφατικῶς ποῖ‐ αι δὲ ἐναντίως, καὶ ποῖαι διαιροῦσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ποῖαι δὲ οὐ διαιροῦσιν, καὶ αὐταὶ αἱ μὴ διαιροῦσαι ἐπὶ ποίου χρόνου καὶ ποίας ὕλης οὐ διαιροῦσιν, ταῦτα πάντα ἔμπροσθεν δι‐ ορισάμενος, νῦν βούλεται διδάξαι ποῖαι μέν εἰσιν ἐξ ὑποκειμέ‐
10νου καὶ κατηγορουμένου προτάσεις ποῖαι δὲ ἐξ ἀορίστου ὑποκει‐ μένου καὶ κατηγορουμένου καὶ ποῖαι ἀπροσδιόριστοι, καὶ ἐν τού‐ τοις συμπεραίνει τὸ β τμῆμα τοῦ βιβλίου. Ἓν δὲ δεῖ εἶναι 〈καὶ〉 καθ’ ἑνὸς τὸ ἐν τῇ καταφάσει. δῆλον ὅτι, ὡς καὶ πρόσθεν ἐλέγετο, ἓν δεῖ εἶναι καὶ τὸ ὑποκείμενον
15καὶ τὸ κατηγορούμενον καὶ τῇ λέξει καὶ τῷ σημαινομένῳ.

68

Ἓν γάρ πως σημαίνει τὸ ἀόριστον ὄνομα. ἐπειδὴ τὸ ἀόριστον ὄνομα ἓν μὲν ἀναιροῦν, εἰ τύχοι τὸν ἄνθρωπον, πάντα εἰσάγει τἆλλα καὶ τούτῳ ὑπόνοιαν παρέχει οὐχ ἑνὸς ὑποκειμένου ἀλλὰ πλειόνων, 〈λέγει〉 ὅτι οὐχὶ πολλὰ ἀλλὰ ἕν· ὁ γὰρ λέγων οὐκ
5ἄνθρωπος τὸν μὲν ἄνθρωπον ἀναιρεῖ, πάντα δὲ τὰ παρ’ αὐτὸν ὡς ἓν πρᾶγμα καὶ μίαν φύσιν ποιεῖ ὑποκείμενον. Ἔσται οὖν πᾶσα κατάφασις. ἐνταῦθα ἔστιν ἡ ἀπόδοσις τοῦ ἄνω ῥητοῦ τοῦ “ἐπεὶ δέ ἐστι τὶ κατὰ τινός.” λέγει δὲ ὅτι πᾶσα κατάφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος
10καὶ ὡρισμένου ῥήματος. ἐπὶ γὰρ τῶν προτάσεων τῶν ἐξ ὑποκει‐ μένου καὶ κατηγορουμένου οὐκ ἐγχωρεῖ ἀόριστον λαβεῖν τὸν κατη‐ γορούμενον· ἅμα γὰρ τῷ ληφθῆναι ἀόριστόν ἐστι ῥῆμα. ἐὰν οὖν βουληθῶμεν ἐκ τούτου καὶ ἐκ τοῦ ὑποκειμένου μᾶλλον ποιήσομεν ἀπόφασιν, τὴν ‘ἄνθρωπος οὐχ ὑγιαίνει·‘ ὡρισμένον οὐκ ἔτι,
15ἐπειδὴ [ἢ] ἀπόφασιν ποιεῖ ἀόριστον παραληφθὲν τὸ κατηγορούμε‐
νον, εἴπερ κατάφασιν ἐξ ἀορίστου τοῦ κατηγορουμένου.

69

(1t)

Ἀρχὴ τοῦ γ τμήματος.
2t〈Περὶ τῶν ἐκ γ προσκατηγορουμένου〉.
3Ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορεῖται. ἐντεῦθεν ἄρχεται τὸ τρίτον τοῦ βιβλίου τμῆμα τὸ περὶ τοῦ τρίτου προσκατηγορου‐
5μένου. ἄξιον δὲ ζητῆσαι πρῶτον μὲν διὰ τί ἐν μὲν τοῖς πρὸ τούτου μνημονεύσας προτάσεων ἐκ τρίτου προσκατηγορουμένου, νῦν ὡς μήπω μνημονεύσας αὐτῶν διδάσκει περὶ αὐτῶν. δεύτερον ἐπὶ τούτῳ δεῖ ζητῆσαι ποῦ τῆς καταφάσεως, ἐπὶ τῶν τοιούτων, τιθέ‐ μενον τὸ ἀρνητικὸν μόριον ποιήσει τὴν ἀπόφασιν, καὶ τρίτον εἰ‐
10πεῖν δεῖ πόσαι ἔσονται ἐκ τοῦ τοιούτου εἴδους ἀντιφάσεις, καὶ τέταρτον εἰπεῖν τίνες τίσιν ἕπονται. Καὶ πρῶτον περὶ τοῦ πρώτου. λέγω ὅτι ἐν μὲν τοῖς προ‐ λαβοῦσιν ἐμνημόνευσεν αὐτῶν διδάσκων τίνες τίσιν ἀντίκεινται ἀντιφατικῶς, μηδαμῶς περὶ αὐτῶν ἀκριβολογούμενος εἰ ἐξ ὑποκει‐
15μένου καὶ κατηγορουμένου εἰσὶ καὶ ἐκ τρίτου προσκατηγορουμέ‐ νου ἀλλὰ μόνον πῶς ἀντίκεινται. ἐνταῦθα δὲ τὴν ἀκριβῆ παραδί‐ δωσιν περὶ αὐτῶν θεωρίαν. τὸ δὲ δεύτερον τὸ ποῦ τῆς καταφάσεως δεῖ εἶναι τὸ ἀρνητικὸν μόριον, λέγω ὅτι πρὸς τῷ ἔστιν, ὅπερ
τρίτον ἐστὶ προσκατηγορούμενον· εἰ γὰρ πρὸς τῷ κατηγορουμένῳ

70

τεθῇ, οὐ ποιήσει ἀπόφασιν ἀλλὰ κατάφασιν ἐξ ἀορίστου τοῦ κα‐ τηγορουμένου. ἄλλως τε τὸ κῦρος ἐν ταῖς τοιαύταις προτάσε‐ σιν τὸ τρίτον προσκατηγορούμενον ἔχει, διὸ καὶ ἐξ αὐτῶν ὀνο‐ μάζεται τὸ ὅλον εἶδος· συνδεῖ γὰρ τὸ κατηγορούμενον τῷ ὑπο‐
5κειμένῳ. δεῖ οὖν ἀπόφασιν βουλομένους ποιῆσαι τὸν σύνδεσμον τοῦτον λύειν διὰ τοῦ ἀρνητικοῦ μορίου. Καὶ ταῦτα μὲν περὶ τούτου. περὶ δὲ τοῦ ἀριθμοῦ τῶν τοιούτων προτάσεων ταῦτα ἔχομεν λέγειν, ὅτι, δ οὐσῶν ἀντι‐ φάσεων, τῆς καθ’ ἕκαστα, τῆς ἀπροσδιορίστου, τῶν δύο καθόλου,
10τούτων ζευγνυμένων τῷ κατηγορουμένῳ ποτὲ μὲν ὡρισμένῳ ποτὲ δὲ ἀορίστῳ ἀποτελοῦνται η ἀντιφάσεις, αὗται τριπλασιαζόμεναι κατὰ τοὺς τρεῖς χρόνους, οἷον ἦν ἔστιν ἔσται, ποιοῦσιν κδ ἀντι‐ φάσεις, αὗται τριπλασιαζόμεναι κατὰ τὰς τρεῖς ὕλας ποιήσου‐ σιν οβ ἀντιφάσεις. καὶ τοσαύτας μὲν ἐξ ὡρισμένου τοῦ ὑπο‐
15κειμένου. ἐξ ἀορίστου δὲ δῆλον ὅτι ἄλλας τοσαύτας. καὶ ταῦτα μὲν καὶ περὶ τοῦ ἀριθμοῦ. Λοιπὸν οὖν καὶ περὶ αὐτῶν διαλαβεῖν τῶν προτάσεων καιρός· τούτων τοίνυν αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ ἐκ μεταθέ‐ σεως. ἁπλαῖ μὲν οὖν οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ‘ἄνθρωπος
20δίκαιος οὐκ ἔστιν,‘ ἐκ μεταθέσεως δὲ ‘ἄνθρωπος οὐ δίκαιός

71

ἐστιν‘ ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν.‘ ταύτας τὰς ἐκ με‐ ταθέσεως ὁ μὲν Ἀριστοτέλης ἐξ ἀορίστου τοῦ κατηγορουμένου καλεῖ οἱ δὲ περὶ Θεόφραστον ἐκ μεταθέσεως, διότι μετατίθε‐ ται αὐτῶν ἡ τάξις· τάττεται γὰρ ἡ μὲν ἐκ μεταθέσεως ἀπόφα‐
5σις ὑπὸ τὴν ἁπλῆν κατάφασιν ἡ δὲ ἐκ μεταθέσεως κατάφασις ὑπὸ τὴν ἁπλῆν ἀπόφασιν· οὕτω γὰρ εὑρεθήσονται ἀλλήλαις ἑ‐ πόμεναι. πῶς καὶ τίνες ἕπονται ἀλλήλαις; ἕπεται τοίνυν ἡ ἐκ μεταθέσεως ἀπόφασις τῇ ἁπλῇ καταφάσει· ἐφ’ ὧν γὰρ ἀληθεύ‐ ει ἡ ἁπλῆ κατάφασις ἐπὶ τούτων καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις,
10οὐκ ἔτι μέντοι ἐφ’ ὧν ἡ ἐκ μεταθέσεως ἀπόφασις ἐπὶ τούτων καὶ ἡ ἁπλῆ κατάφασις· οὐ γὰρ ἀναστρέφει ὁ λόγος· ἐπὶ πλέον γάρ ἐστιν ἡ ἐκ μεταθέσεως ἀπόφασις τῆς ἁπλῆς καταφάσεως. ἡ δὲ ἀκολούθησις ἢ τῶν ἐπὶ πλέον ἐστὶν ἢ τῶν ἐπ’ ἴσης, οὐδέπο‐ τε μέντοι ἐπ’ ἔλαττον, οἷον ἐπὶ πλέον ἔστι τὸ ζῷον τοῦ ἀν‐
15θρώπου, διὸ καὶ ἀκολουθεῖ τῷ ἀνθρώπῳ· εἴ τι γὰρ ἄνθρωπος τοῦ‐ το καὶ ζῷον, οὐ μέντοι εἴ τι ζῷον τοῦτο καὶ ἄνθρωπος· ἐπ’ ἔ‐ λαττον γάρ ἐστιν ὁ ἄνθρωπος τοῦ ζῴου. ἐπ’ ἴσης δέ ἐστι τὸ γελαστικὸν τοῦ ἀνθρώπου, διὸ ἀλλήλοις ἕπονται. ἐπειδὴ τοίνυν ἐπὶ τῶν τοιούτων γέγονεν ἡμῖν σαφὲς τὸ λεγόμενον, ἴδωμεν καὶ
20ἐπὶ τῶν προκειμένων ποῖον ποίου ἐπὶ πλέον· ἐκεῖνο γὰρ εὑρεθή‐

72

σεται ἀκολουθοῦν τῷ ἑτέρῳ. λέγω τοίνυν ὅτι ἐπὶ πλέον ἐστὶν ἡ ἐκ μεταθέσεως ἀπόφασις τῆς ἁπλῆς καταφάσεως διὸ ἕπεται αὐ‐ τῇ. πῶς δὲ ἐπὶ πλέον ἐστίν; ὅτι ἐφ’ ὧν μὲν ἡ ἁπλῆ κατάφα‐ σις ἀληθεύει ἐπὶ τούτων καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις, οἷον
5ὁ λέγων ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἀληθεύει ἐπὶ Σωκράτους, ὁ δὲ λέγων ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘ ἀληθεύει ἐπί τε Σω‐ κράτους καὶ ἐπὶ τῶν μὴ δεκτικῶν. πάλιν ἡ ἁπλῆ ἀπόφασις ἐπὶ πλέον ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως· ὁ μὲν γὰρ λέγων ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἀληθεύει ἐπί τε τῶν ἀδίκων καὶ
10τῶν μέσην ἐχόντων ἕξιν καὶ ἐπὶ τῶν μὴ δεκτικῶν ὅλως δικαιο‐ σύνης· ἀληθὲς γὰρ εἰπεῖν περὶ τοῦ λίθου ὅτι ‘ἄνθρωπος δί‐ καιος οὐκ ἔστιν.‘ ὁ δὲ λέγων ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἀληθεύει ἐπὶ μόνων τῶν ἀνθρώπων τῶν μὴ δικαίων, τοῦτ’ ἔστιν ἐπὶ τῶν ἀδίκων καὶ τῶν τὴν μέσην ἕξιν ἐχόντων, οὐκ ἔτι μέντοι
15καὶ ἐπὶ τῶν μὴ δεκτικῶν ἔχει χώραν ἡ τοιαύτη λέγεσθαι πρότα‐ σις· καὶ γὰρ τὸ κατάφασιν αὐτὴν εἶναι καὶ τοῦ ἀνθρώπου κατη‐ γορεῖν τὸ οὐ δίκαιον. Καὶ ταῦτα μὲν περὶ τούτων. ἰστέον δὲ ὅτι εἰσὶ καὶ αἱ στερητικαὶ προτάσεις ‘ἄνθρωπος ἄδικός ἐστιν‘ καὶ ‘ἄνθρωπος
20ἄδικος οὐκ ἔστιν,‘ στερητικαὶ δὲ λέγονται διότι πρόσκειται

73

αὐταῖς τὸ α στέρησιν σημαῖνον. αἱ τοιαῦται δὲ προτάσεις τάτ‐ τονται μέσαι τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως. ἡ μὲν οὖν στερητικὴ ἀπόφασις μέση ἐστὶ τῆς τε ἁπλῆς καταφάσεως καὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως, ἡ δὲ στερητικὴ κατάφασις μέση ἐστὶ
5τῆς τε ἁπλῆς ἀποφάσεως καὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. ἔσ‐ τι δὲ ἡ μὲν στερητικὴ ἀπόφασις ἐπὶ πλέον ἀμφοῖν τῆς τε ἁπλῆς καταφάσεως καὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως, ἡ δὲ στερητικὴ κατάφασις ἐπ’ ἔλαττον ἐστὶν ἀμφοῖν τῆς τε ἐκ μεταθέσεως κατα‐ φάσεως καὶ τῆς ἁπλῆς ἀποφάσεως. ὑπογράφω δὲ τὰ λεχθέντα σα‐
10φηνείας ἕνεκεν οὕτως· [Start of a diagram] [End of Table cell] ἐπ’ ἔλαττον ἀμφοῖν [End of Table cell] ἐπὶ πλέον ἀμφοῖν
[End of Table cell] ἁπλαῖ [End of Table cell] Α ἄνθρωπος δίκαιός ἐστιν [End of Table cell] ἄνθρωπος δίκαιος οὐκ ἔστιν Δ [End of Table cell] ἐπὶ πλέον καὶ τῆς μετ’ αὐτήν [End of Table cell] ἐπ’ ἔλαττον καὶ τῆς μετ’ αὐτήν
15
[End of Table cell] στερητικαί [End of Table cell] Δ ἄνθρωπος ἄδικος οὐκ ἔστιν [End of Table cell] ἄνθρωπος ἄδικός ἐστιν Α [End of Table cell] ἐπὶ πλέον τῆς ἁπλῆς [End of Table cell] ἐπ’ ἔλαττον τῆς ἁπλῆς
[End of Table cell] Β ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν [End of Table cell] ἄνθρωπος οὐ δίκαιός ἐστιν Γ[End of a diagram]

74

Ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. δύναται γὰρ καὶ ὡρισμέ‐ νον ληφθῆναι τὸ κατηγορούμενον καὶ ἀόριστον. ὅτε γὰρ ἐπὶ τῶν ἐξ ὑποκειμένου μόνου καὶ κατηγορουμένου γίνονται αἱ ἀντιφά‐ σεις, οὐ δύναται ἀόριστον λαμβάνεσθαι τὸ κατηγορούμενον· εὐ‐
5θέως γὰρ ἀπόφασιν ποιήσει ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ἀόριστον ληφθὲν τὸ κατηγορούμενον. Τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα. οἶδεν μὲν ὅτι ῥῆμά ἐστι (προσσημαίνει γὰρ χρόνον), ἀλλ’ ἐπειδὴ ἔφθασεν εἰπεῖν ὅτι πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, διὰ τοῦτο ἐν τοῖς νῦν
10οὐκ ἀκριβολογεῖται. ἀλλά, φησίν, εἴτε ὄνομα θέλοις αὐτὸ καλεῖν καθὸ σημαίνει τι εἴτε ῥῆμα καθὸ προσσημαίνει χρόνον οὐδὲν δια‐ φέρει. ἐκεῖνο μόνον ἰστέον ὅτι ἐν πάσῃ προτάσει, τῇ ἐξ ὑποκει‐ μένου καὶ κατηγορουμένου, ἐπὰν προστεθῇ τὸ ἔστι τότε τρίτον λέ‐ γεται προσκατηγορούμενον.
15Ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται. αἱ δύο ἁπλαῖ προτάσεις καὶ 〈αἱ〉 δύο ἐκ μεταθέσεως αἵτινες ἐξ ἀορίστου λαμβάνονται
τοῦ κατηγορουμένου.

75

Ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ὁμοίως ἕξει. εἰ μὴ αὐτός, ὥσπερ φησίν, ἐξηγήσατο αὐτὸ ἐν τοῖς Ἀναλυτικοῖς, ἀνεξήγητον ἔμεινεν ἂν τὸ χωρίον, οὕτως τῶν ἀσαφῶς πεφρασμένων ἐστίν. ὅρα γὰρ τί λέγει· τεττάρων, φησίν, ὄντων τῶν τε ἐκ με‐
5ταθέσεως καὶ τῶν ἁπλῶν τὰ μὲν δύο, τοῦτ’ ἔστιν αἱ ἐκ μεταθέσεως δύο προτάσεις, ὁμοίως ἕξουσι πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν, τοῦτ’ ἔστι πρὸς τὰς ἁπλᾶς, ὡς αἱ στερητικαί. πάλιν αὐτὰ λέγω· οὕτως, φησίν, ἔχουσιν αἱ ἐκ μεταθέσεως πρὸς τὰς ἁπλᾶς ὡς αἱ στερητικαὶ πρὸς τὰς ἁπλᾶς ἀντὶ τοῦ ὥσπερ ἡ στερητικὴ ἀπόφασις
10ὑπὸ τὴν ἁπλῆν κατάφασιν οὕτως ἡ ἐκ μεταθέσεως ἀπόφασις ὑπὸ τὴν ἁπλῆν κατάφασιν, καὶ πάλιν ὥσπερ ἡ στερητικὴ κατάφασις ὑπὸ τὴν ἁπλῆν ἀπόφασιν οὕτως ἡ ἐκ μεταθέσεως κατάφασις ὑπὸ τὴν ἁπλῆν ἀπόφασιν. Κατὰ τὸ στοιχοῦν. ἀντὶ τοῦ κατὰ τὴν ἀναλογίαν. γεωμετρικὴ
15ἀναλογία ἐστὶν ἐπ’ αὐτῶν ὥσπερ αὕτη πρὸς ταύτην οὕτως καὶ αὐτὴ
πρὸς ταύτην.

76

Τὰ δὲ δύο οὔ. ἀντὶ τοῦ οὐκ ἀντιστρέφει ὁ λόγος· οὐ γὰρ ὡς αἱ ἐκ μεταθέσεως ἀναλογοῦσαι ταῖς στερητικαῖς οὕτως καὶ αἱ ἁπλαῖ ἕξουσιν πρὸς τὰς ἐκ μεταθέσεως. ὁ μὲν οὖν Ἀλέξανδρος, ὥσπερ ἐνταῦθα εἴρηται, οὕτως ἐξηγεῖται τὸ χωρίον. ὁ δὲ Πορ‐
5φύριος οὕτως ἐξηγεῖται· τοῦτο, φησίν, βούλεται εἰπεῖν ὅτι ὥσπερ αἱ στερητικαὶ πρὸς τὰς ἁπλᾶς παραβαλλόμεναι οὐ λέγον‐ ται ἁπλῶς προτάσεις, ἀλλὰ τὸ ὅλον τοῦτο στερητικαὶ προτάσεις, οὕτως καὶ 〈αἱ〉 ἐκ μεταθέσεως οὐ λέγονται ἁπλῶς προτάσεις ἀλλὰ μετά τινος προσθήκης ἐκ μεταθέσεως προτάσεις. εἰ μὲν
10οὖν μὴ ἐπήγαγεν ὁ Ἀριστοτέλης ὅτι οὕτως ταῦτα τέτακται ἐνταῦ‐ θα, ὥσπερ καὶ ἐν τοῖς Ἀναλυτικοῖς, χώραν εἶχεν αὕτη ἡ ἐξήγη‐ σις. ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς εἴ‐ ρηται, οὕτω κἀνταῦθα ἐξηγεῖται, βελτίον ἂν εἴη ἡ τούτου ἐξή‐ γησις.
15Λέγω δὲ ὅτι τὸ ἔστιν ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ. τοῦτο πρὸς τὸ ἄνω ῥητὸν ἀποδέδοται τὸ “ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις.” διδάσκει γὰρ ἐνταῦθα πῶς διχῶς ἔσονται αἱ ἀντι‐
θέσεις, καί φησιν ὅτι τὸ ἔστιν ἢ ὡρισμένῳ τῷ κατηγορουμένῳ

77

προστίθεμεν ἢ ἀορίστῳ. Ὡς καὶ ἡ ἀπόφασις. ἐπειδὴ εἶπεν τὸ ἔστιν, τοῦτο δὲ κατάφασίς ἐστιν, λέγει ὅτι καὶ ἡ ἀπόφασις ἀντὶ τοῦ καὶ τὸ οὐκ ἔστι πρόσ‐ κειται ἢ τῷ δικαίῳ ἢ τῷ οὐ δικαίῳ.
5Ὁμοίως δὲ ἔχει κἂν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασις. ἐπει‐ δὴ ὡς ἐπὶ ἀπροσδιορίστων ἐξήτασεν τὸν λόγον λέγει ὅτι κἂν προσ‐ διωρισμένα ᾖ τὰ ὑποκείμενα οὐδὲν διαφέρει· ὁμοίως γὰρ ταχθήσεται ἡ μὲν ἀπόφασις ὑπὸ τὴν κατάφασιν ἡ δὲ κατάφασις ὑπὸ τὴν ἀπόφασιν, ὥστε ἔσται πᾶν τὸ διάγραμμα τοιοῦτον·
10[Start of a diagram] [End of Table cell] ἐπ’ ἔλαττον ἀμφοῖν [End of Table cell] ἐπὶ πλέον ἀμφοῖν
[End of Table cell] ἁπλαῖ [End of Table cell] πᾶς ἄνθρωπος δίκαιός ἐστιν [End of Table cell] οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν [End of Table cell] ἐπὶ πλέον καὶ τῆς μετ’ αὐτὴν [End of Table cell] ἐπ’ ἔλαττον καὶ τῆς μετ’ αὐτή [End of Table cell] στερητικαὶ
15[End of Table cell] οὐ πᾶς ἄνθρωπος ἄδικός ἐστιν [End of Table cell] πᾶς ἄνθρωπος ἄδικός ἐστιν [End of Table cell] ἐπὶ πλέον τῆς ἁπλῆς [End of Table cell] ἐπ’ ἔλαττον τῆς ἁπλῆς
[End of Table cell] οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν [End of Table cell] πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν[End of a diagram]

78

Πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύεσθαι. ὅ φησιν τοῦτό ἐστιν, ὅτι τὰ μὲν ἄλλα πάντα ὁμοίως ἔχουσιν αἵ τε ἀπροσδιόριστοι καὶ αἱ προσδιωρισμέναι· κατὰ τοῦτο δὲ μόνον διαλλάττουσιν ὅτι ἐπὶ μὲν τῶν ἀπροσδιορίστων αἱ διαγώνιοι συν‐
5αληθεύουσιν (ταύτας γὰρ καλεῖ κατὰ διάμετρον) ἐπὶ δὲ τῶν προσ‐ διωρισμένων αἱ μὲν διαγώνιοι καταφάσεις συμψεύδονται αἱ δὲ ἀποφάσεις συναληθεύουσιν. τέτακται δὲ ἐν τοῖς διαγράμμασιν. Ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος. ἐπειδὴ τὸν λόγον ἐξήτασεν ἐπὶ τοῦ κατηγορουμένου ἀορίστου τε ὄντος καὶ ὡρισμένου, νῦν
10ἐκ τοῦ ὑποκειμένου ποιεῖται τὴν διαίρεσιν, καί φησιν ὅτι τοῦ μὲν κατηγορουμένου δύο 〈ἀντιφάσεισ〉 γεγόνασιν ὡρισμένου ληφθέντος τοῦ ὑποκειμένου. δῆλον δὲ ὅτι ὅσαι γεγόνασιν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου τοσαῦται ἔσονται καὶ ἐξ ἀορίστου· οὐδὲν γὰρ διαφέρει ἄνθρωπος 〈τοῦ οὐκ ἄνθρωποσ〉. εἶτα ταῦτα
15εἰρηκὼς ἀποφαίνεται χαριεστάτην ἀπόφανσιν. λέγει γὰρ ὅτι πλείους τούτων οὐκ ἐγχωρεῖ γενέσθαι ἀντιφάσεις. καὶ τοῦτο
εἰκότως, ἐπειδὴ γὰρ εἴληφεν ἐκ διαιρέσεως τὸ ὑποκείμενον καὶ

79

τὸ κατηγορούμενον. ᾕδει δὲ ὅτι τὴν διαιρετικὴν μέθοδον οὐ‐ δὲν οἷόν τέ ἐστι λαθεῖν, ὡς καὶ ὁ θειότατος Πλάτων εἶπεν ὅτι τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται ἐκφυγεῖν· διὸ καὶ οὗτος κατ’ αὐτὴν προελθὼν καὶ διὰ τοῦτο θαρρὼν τοιαύτην πε‐
5ποίηται τὴν ἀπόφανσιν. Αὗται δὲ χωρὶς ἐκείνων ἔσονται. ἵνα μή τις ὑπονοήσῃ ἢ ταῖς αὐταῖς ἐκείναις αὐτὰς εἶναι ἢ ἀποφάσεις ἐκείνων, λέγει ὅτι ἕτεραί εἰσι παρ’ ἐκείνας τῷ ἀορίστῳ ὀνόματι προσχρώμεναι. Ἐφ’ ὅσων δὲ τὸ ἔστι μὴ ἐφαρμόττει. τὸ μὲν ῥητὸν σαφὲς καθ‐
10έστηκεν. ἀπορίαν δὲ ἔχει ὁ λόγος πῶς διαλαβὼν περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου πάλιν ἐνταῦθα διαλαμβάνει περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου· διὰ τί γὰρ μὴ ἐν τῷ περὶ αὐτῶν λόγῳ ἐμνημόνευσεν τοῦ θεωρήματος; ἔστιν οὖν πρὸς τοῦ‐ το εἰπεῖν ὅτι, ἐπειδὴ οὔπω ἦν διδάξας περὶ τῶν ἐκ τρίτου
15προσκατηγορουμένου, διὰ τοῦτο οὐκ ἀντιδιέστειλεν· ἀφ’ οὗ δὲ σαφὲς ἡμῖν πεποίηκεν τὸ περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, νῦν φησὶν ὅτι καὶ ἐφ’ ὅσων προτάσεων μὴ γένηται προστίθεσθαι
τὸ ἔστιν ἐπὶ τούτων δυνάμει ἐνυπάρχει.

80

Οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον. τοῦτό φησιν ὅτι [δεῖ] τῆς προτάσεως τῆς λεγούσης ‘ὑγιαίνει πᾶς οὐκ ἄνθρωποσ‘ ἀπόφασίς ἐστιν ἡ ‘οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος.‘ οὔ [ὑ‐ γιαίνει] φησὶν τὸ ‘οὐ‘ μόριον ἀφελόντα τοῦ ἄνθρωπος προσ‐
5θεῖναι τῷ πᾶς, ἀλλ’ ὥσπερ ἐλήφθη καὶ ἐν τῇ καταφάσει οὕτως δεῖ εἶναι καὶ ἐν τῇ ἀποφάσει. καὶ καθόλου τοῦτο βούλεται πα‐ ραδοῦναι ὅτι ὁποῖον ἂν ἐν τῇ καταφάσει τὸ ὑποκείμενον καὶ τὸ κατηγορούμενον τοιοῦτον δεῖ εἶναι καὶ ἐν τῇ ἀποφάσει, εἴτε ἀόριστον ᾖ εἴτε ὡρισμένον, τὸ αὐτὸ δεῖ εἶναι ἐπ’ ἀμφοτέρων.
10Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει. εἶπεν καὶ πρότερον τοῦτο ὅτι ὁ προσδιορισμὸς ὁ πᾶς οὐκ αὐτὸ τὸ εἶδος τὸ ὑποκείμενον πέφυκεν σημαίνειν ἀλλ’ ὅτι τὸ πᾶς προστιθέμενον δηλοῖ πᾶσιν τοῖς ὑπὸ τὸ εἶδος ὑπάρχειν τὸ κατηγορούμενον. Ταῦτα γὰρ ἐκείνων διαφέρει. τὰ ἀπροσδιόριστα διαφέρει ἐκεί‐
15νων τῶν ἐχόντων τοὺς προσδιορισμούς, ὥστε οὐδὲ τὸ ἀρνητικὸν
μόριον ἀδιαφόρως τιθέμενον ταὐτὸ ποιήσει.

81

Τὰ οὖν ἄλλα τὰ αὐτὰ δεῖ προστιθέναι. ἀντὶ τοῦ εἰ πρὸς τῷ ὑποκειμένῳ προσέκειτο τὸ ‘οὐ‘ μόριον ἐν τῇ καταφάσει πρὸς αὐτῷ δεῖ ὑπάρχειν καὶ ἐν τῇ ἀποφάσει, καὶ ἐπὶ τοῦ κατηγο‐ ρουμένου δὲ ὡσαύτως· δῆλον γὰρ ὅτι τὰ ἔχοντα προσκείμενον
5τὸ ‘οὐ‘ μόριον ἐν τῇ καταφάσει ἀόριστα ὑπῆρχεν, ἀφαιρεθέν‐ τα δὲ αὐτὸ ἐν τῇ ἀποφάσει ὡρισμένα εὑρεθήσεται. οὐκ ἔστι δὲ ταὐτὸν ἐξ ὡρισμένου ὑποκειμένου καὶ κατηγορουμένου ὑπ‐ άρχειν πρότασιν καὶ ἐξ ἀορίστου. Ἐπεὶ δ’ ἐναντία ἀπόφασίς ἐστι τῇ ἅπαν ἐστὶ ζῷον δίκαιον.
10ἐνταῦθα βούλεται τὰς ἰσοδυναμούσας ἀλλήλαις προτάσεις πα‐ ραδοῦναι, καὶ πρὶν τοῦτο ποιῆσαι πρῶτον παραδίδωσι τὰς μὴ ἰσοδυναμούσας, εἶθ’ ἑξῆς ἐκείνας παραδίδωσιν. Οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ. ἐγχωρεῖ γὰρ αὐτὰς συναληθεύειν ἐπὶ τοῦ αὐτοῦ ἀλλ’ οὐχ ἅμα, οἷον ὁ λέγων
15‘πᾶς ἄνθρωπος δίκαιοσ‘ ἀληθεύει ἐπὶ τοῦ χρυσοῦ γένους καὶ ὁ λέγων ‘οὐδεὶς ἄνθρωπος δίκαιοσ‘ ἀληθεύει ἐπὶ τοῦ σιδηροῦ
γένους· ἰδοὺ συναληθεύουσιν ἐπὶ τοῦ αὐτοῦ· τὸ γὰρ αὐτὸ εἶδος

82

ὑπόκειται ὁ ἄνθρωπος, ἀλλ’ οὐχ ἅμα· ἐπὶ γὰρ ἄλλου καὶ ἄλ‐ λου χρόνου. πάλιν ἐγχωρεῖ ἅμα μὲν οὐκ ἐπὶ τοῦ αὐτοῦ δέ, οἷον ‘ἔστι πᾶς ἄνθρωπος δίκαιοσ‘ ‘οὐδείς ἐστιν ἵππος δίκαιος.‘ συναληθεύειν δὲ αὐτὰς καὶ ἅμα ἐπὶ τοῦ αὐτοῦ οὐκ ἐγχωρεῖ.
5Ἀκολουθοῦσι δὲ αὗται, τῇ μὲν πᾶς ἄνθρωπος 〈οὐ〉 δίκαιος. εἰρηκὼς περὶ τῶν ἰσοδυναμουσῶν, λέγει καὶ ἐκτίθεται δύο πα‐ ραδείγματος ἕνεκεν. ἡμεῖς δὲ εἴπωμεν κανόνα τινὰ δι’ οὗ δύ‐ ναιτό τις ἂν εὑρεῖν πάσῃ τῇ προτεθείσῃ προτάσει τὴν ἰσοδυνα‐ μοῦσαν. ἐπειδὴ τοίνυν ἡ πρότασις καὶ ὅλον τί ἐστι καὶ μέρη
10ἔχει, ὡς μὲν οὖν ὅλον λαμβανομένη θεωρεῖται ἔχουσα καὶ ποσὸν καὶ ποιόν· ποσὸν ἢ γὰρ καθόλου ἐστὶν ἢ μερική, ποιὸν δὲ ἢ γὰρ καταφατική ἐστιν ἢ ἀποφατική. μέρη δὲ ἔχει δύο ὑποκεί‐ μενον καὶ κατηγορούμενον. δεῖ οὖν τὴν ἰσοδυναμοῦσαν ζητοῦν‐ τας ζητεῖν πρότασιν κατὰ μὲν δύο κοινωνοῦσαν κατὰ δὲ δύο δια‐
15φέρουσαν. δεῖ γὰρ εἰ μὲν καθόλου ὑπάρχοι ἡ προτεθεῖσα καθό‐ λου αὐτὴν εἶναι, κοινωνεῖν δὲ αὐτὴν κατὰ τὸ ὑποκείμενον, εἴ‐ τε ὡρισμένον εἴη εἴτε ἀόριστον, ἐν ἑκατέρᾳ τὸν αὐτὸν εἶναι.
εἰ κατὰ μὲν οὖν ταῦτα κοινωνοῦσιν, διαφέρουσιν δὲ κατ’ ἐκεῖ‐

83

να, εἰ μὲν ἡ προτεθεῖσα καταφατικὴ εἴη, τὴν ἰσοδυναμοῦσαν ἀποφατικὴν εἶναι καὶ κατὰ τὸ κατηγορούμενον· οὐδὲν δὲ δι‐ οίσουσιν ἀλλήλων· εἰ μὲν γὰρ ἐν τῇ προτεθείσῃ ὡρισμένος ὑπ‐ άρχοι ἀόριστος ἔσται ἐν τῇ ἑτέρᾳ, εἰ μέλλοι ἰσοδυναμεῖν.
5τούτοις προσέχοντας εὑρίσκειν δεῖ τὰς ἰσοδυναμοῦσας. Ἀνάγκη γὰρ εἶναί τινα. ἡ γὰρ πρότασις ἡ λέγουσα ὅτι ‘οὐ πᾶς ἐστὶν ἄνθρωπος οὐ δίκαιοσ‘ μερικὸν εἰσάγει τι· λέγει γὰρ μὴ παντὶ ἀνθρώπῳ ὑπάρχειν τὸ οὐ δίκαιον, ὤστε ἔσται ᾧ ὑπάρ‐ χει τὸ δίκαιον.
10Φανερὸν δὲ καὶ ὅτι ἐπὶ μὲν τῶν καθ’ ἕκαστον, 〈εἰ〉 ἀληθὲς ἐρωτηθέντα. χαριέστατον θεώρημα παραδίδωσιν ἐνταῦθα, ὃ ἐπὶ μὲν τῶν καθ’ ἕκαστα φησὶν ὑπάρχειν ἐπὶ δὲ τῶν καθόλου οὐδα‐ μῶς. λέγει γὰρ ὅτι εἴ τις περί τινος τῶν καθ’ ἕκαστα ἐ‐ ρωτήσειέν τι ἀποφήσαντος τοῦ ἐρωτωμένου δυνήσεται τὸ ‘οὐ‘
15μόριον πρὸς τῷ κατηγορουμένῳ τάξας ποιῆσαι ἐκ μεταθέσεως. οἷον ἆρα Σωκράτης σοφός; ἀποφάσκει ὁ ἐρωτηθεὶς καί φησιν
“οὔ,” τοῦτο τὸ ‘οὐ‘ δύναταί τις πρὸ τοῦ κατηγορουμένου θεὶς

84

ποιῆσαι ἐκ μεταθέσεως κατάφασιν ἀληθῆ τὴν λέγουσαν ‘Σωκρά‐ της ἄρα οὐ σοφός ἐστιν·‘ αὕτη γὰρ ἡ κατάφασις τὰ αὐτὰ ποιεῖ ἅπερ ἐποίει ἥ τε ἐρώτησις καὶ ἡ ἀπόκρισις. ἐπὶ μὲν οὖν τῶν καθ’ ἕκαστα δυνατὸν τοῦτο γενέσθαι ἐπὶ δὲ τῶν καθόλου οὐκ
5ἐγχωρεῖ· οὐ γὰρ δυνατὸν πρὸς τῷ κατηγορουμένῳ θέντα τὸ ἀρ‐ νητικὸν μόριον ποιῆσαι κατάφασιν ἐκ μεταθέσεως ἀληθῆ. ὁ μὲν γὰρ ἐρωτηθεὶς ‘πᾶς ἄνθρωπος σοφός;‘ καὶ ἀποφήσας ὡς τινῶν μὲν ὄντων σοφῶν τινῶν δὲ οὔ, ἀπέφησεν. ὁ δὲ λέγων ‘πᾶς ἄρα ἄνθρωπος οὐ σοφός,‘ παντὸς ἀνθρώπου ἀναιρεῖ τὸ σο‐
10φόν, ὥστε ψεύδεται. τίς οὖν δυνήσεται τοῦτο ποιεῖν; ἡ ἀντι‐ κειμένη τῇ πᾶς, αὕτη δὲ ἦν ἡ οὐ πᾶς. ἡ δὲ προρρηθεῖσα ἐκ μεταθέσεως κατάφασις ἐναντία ὑπῆρχεν τῇ πᾶς. Ὅτι καὶ καταφῆσαι ἀληθές. ἀντὶ τοῦ κατάφασιν ποιήσασθαι ἐκ μεταθέσεως καὶ καταφῆσαι περὶ ὧν ἀπέφησεν ὁ ἐρωτηθείς,
15ποιοῦντας καθ’ ὃν εἴρηται τρόπον. Αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματα. ἕ‐ τερον ἐνταῦθα κεφάλαιον παραδίδωσιν. ἵνα γὰρ μή τις οἰηθῇ
τὰ ἀόριστα ὀνόματα ἀποφάσεις εἶναι τῶν ὡρισμένων ὀνομάτων

85

καὶ τὰ ἀόριστα ῥήματα τῶν ὡρισμένων ῥημάτων, λέγει μὴ εἶναι, εἶτα καὶ τὴν αἰτίαν ἐκτίθεται δι’ ἣν οὐ δύνανται εἶναι ἀπο‐ φάσεις. Ἄνευ ὀνόματος καὶ ῥήματος. οὕτως εἰπὼν τὰ δύο περιέλαβεν·
5ἄνευ μὲν γὰρ ὀνόματος, ἵνα εἴπῃ τὰ ῥήματα, ἄνευ δὲ ῥήματος, ἵνα εἴπῃ τὰ ὀνόματα. Ἀλλὰ καὶ ἧττον ἠλήθευσέν τι ἢ ἐψεύσατο. ὅτι μὲν ἧττον ἀλη‐ θεύει ὡμολόγηται· τὸ μὲν γὰρ ἐπὶ ὡρισμένου λέγεται τὸ δὲ ἐπὶ ἀορίστου, μᾶλλον δὲ τὸ ὡρισμένον δοκεῖ ἀληθεύειν ἤπερ τὸ
10ἀόριστον. πῶς δὲ καὶ ἧττον ψεύδεται ζητητέον· λέγομεν ὅτι τὸ ἄνθρωπος ὡρισμένον ὂν ἐπὶ ἵππου λεγόμενον ψεύδεται 〈τὸ δὲ οὐκ ἄνθρωπος οὐ ψεύδεται〉 λεγόμενον κατὰ ἵππου. Σημαίνει δὲ τὸ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐδεμιᾷ ἐκείνων ταὐτό. τοῦτο συνεχές ἐστι τῷ ἄνω ῥητῷ περὶ τῶν ἐκ μεταθέσεως
15καταφάσεων· λέγει γὰρ ὅτι αὗται μέν εἰσιν ἐξ ἀορίστου τοῦ ὑπο‐

86

κειμένου ἐκεῖναι δὲ ἐξ ἀορίστου τοῦ κατηγορουμένου. Μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ ῥήματα. νῦν περὶ τῆς μεταθέ‐ σεως τῶν ὀνομάτων καὶ ῥημάτων διαλαμβάνει, καί φησιν τὸ αὐτὸ σημαινόμενον μένειν μετατιθεμένων τούτων, ἑξῆς δὲ καὶ ἀπο‐
5δείκνυσιν τοῦτο. δεῖ δὲ εἰδέναι ὅτι ἐὰν μὴ μετὰ προσδιορι‐ σμοῦ μετατεθῇ τὰ ὀνόματα, ὅταν ἔχῃ προσδιορισμούς, οὐ φυλάτ‐ τεται τὸ αὐτὸ σημαινόμενον, οἷον ἐπὶ τοῦ ‘τὶς ἄνθρωπος λευκός,‘ ἐὰν μετατεθῇ τὸ ὄνομα ἄνευ τοῦ τὶς προσδιορισμοῦ, οὐ μένει τὸ αὐτὸ σημαινόμενον, οἷον ‘τὶς ἄνθρωπος λευκός,‘ ‘τὶς λευκὸς
10ἄνθρωπος·‘ οὐ γὰρ εἴ τις λευκὸς οὗτος καὶ ἄνθρωπος. παρῆκεν δὲ ὁ Ἀριστοτέλης τοῦτο ὡς σαφὲς διὰ τὸ τοὺς προσδιορισμοὺς ῥᾴδιον πρὸς ὀνόμασι συντάττεσθαι. Εἰ γὰρ μὴ τοῦτό ἐστιν, τοῦ αὐτοῦ πλείους ἔσονται ἀποφάσεις. οἷον τῆς ‘ἔστιν ἄνθρωπος λευκὸσ‘ δύναται εἶναι ἀπόφασις καὶ
15ἡ ‘οὐκ ἔστιν ἄνθρωπος λευκὸσ‘ καὶ ἡ ‘οὐκ ἔστι λευκὸς ἄνθρω‐ πος·‘ ἀμφότεραι γὰρ ἀναιροῦσι τὸ καταφανθὲν ὑπ’ ἐκείνης. καί‐ τοι ‘οὐκ ἔστι λευκὸς ἄνθρωποσ‘ ἀπόφασις οὖσα τῆς ‘ἔστι λευκὸς ἄνθρωποσ‘ ὅμως ἀναιρεῖ τὴν ‘ἔστιν ἄνθρωπος λευκός,‘ διὰ τὸ
τὰς αὐτὰς εἶναι ἀλλήλαις τὰς δύο καταφάσεις, ἐπεὶ ἄτοπον ἕψε‐

87

ται τῷ κανόνι τῷ φάσκοντι μίαν μιᾶς ἀπόφασιν εἶναι εἴπερ δύο ἀποφάσεις δύνανται ἀναιρεῖν μίαν κατάφασιν. ἰστέον δὲ ὅτι κἀντεῦθεν τεκμαιρόμενοι τινές φασιν βούλεσθαι τὸν Ἀ‐ ριστοτέλη διαιρεῖν τὰς ἀπροσδιορίστους τὸ ἀληθὲς καὶ τὸ ψεῦ‐
5δος· ἰδοὺ γάρ, φασίν, βούλεται εἶναι ἀπόφασιν καταφάσεως ἀ‐ προσδιορίστου· ὅπου δὲ καταφάσεις καὶ ἀποφάσεις θεωροῦν‐ ται ἐκεῖ καὶ διαιρέσεις τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. ἕτεροι δὲ πρὸς τοῦτό φασιν ἀπολογούμενοι ὅτι ἐνταῦθα εἴληφεν κατα‐ φάσεις καὶ ἀποφάσεις οὐκ ἀκριβολογούμενος εἰ ἀπροσδιόριστοί
10εἰσιν ἢ ἄλλως πως ἔχουσιν. βέλτιον δέ φασιν οἱ πρότεροι· οὐ μόνον γὰρ ἐντεῦθεν ἀποδεικνύουσιν ἀλλὰ καὶ ἐκ τῆς Φυσικῆς αὐ‐ τοῦ λέγοντος “οὐκ ἔστι δὲ κίνησις παρὰ ταῦτα” ἀντὶ τοῦ οὐ‐ δεμία κίνησις ὑπάρχει παρὰ ταῦτα. καὶ ἐξ ἄλλων ἀρχαίων ἀπο‐ δεικνύουσιν τὸ τοιοῦτον.
15Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς καταφάναι. νῦν περὶ τῶν καταφάσεων καὶ ἀποφάσεων διαλαμβάνει πότε μὲν μία δοκεῖ
εἶναι ἡ κατάφασις πολλαὶ δέ εἰσι κατ’ ἀλήθειαν, πότε δὲ πολλαὶ

88

μὲν δοκοῦσιν εἶναι μία δ’ ἐστὶ κατὰ ἀλήθειαν. καὶ δῆλον ὅτι τὰ μὲν ὁμώνυμα ὑποκείμενα ἢ κατηγορούμενα μία μὲν δο‐ κοῦσιν εἶναι πολλαὶ δέ εἰσι κατ’ ἀλήθειαν· οἱ δὲ ὁρισμοὶ πολλαὶ μὲν δοκοῦσιν εἶναι ὡς ἀληθῶς δὲ μία ὑπάρχουσιν· ἓν
5γὰρ τί ἐστι τὸ ἐξ αὐτῶν δηλούμενον. Λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον. ἐπειδὴ εἶπεν ‘τὸ δὲ ἓν κατὰ πολλῶν,‘ νῦν λέγει ποῖον δεῖ εἶναι αὐτὸ τὸ ἕν, ὅτι οὐχὶ τῷ σημαινομένῳ πολλὰ ἀλλὰ καὶ τῇ λέξει καὶ τῷ ση‐ μαινομένῳ ἕν.
10Οἷον ἄνθρωπος ἵσως ἐστὶ καὶ ζῷον καὶ δίπουν καὶ ἥμερον. πότε τὰ πολλὰ ἀνθ’ ἐνὸς παραλαμβάνονται νῦν διδάσκει, καί φησιν ὅτε μία φύσις ἀποτελεῖται ἐκ τῶν πολλῶν τούτων ὥσπερ ἐπὶ τῶν ὁρισμῶν. ἰστέον δὲ ὅτι τὸ προκείμενον ῥητὸν ὁ μὲν Ἀλέξανδρός φησιν τὸν Ἀριστοτέλη ἀνθ’ ὁρισμοῦ παραλαβεῖν,
15βουλόμενον μὴ ἀκριβολογεῖσθαι, διό, φησίν, καὶ τὸ ἴσως προσ‐ τέθεικεν, ὁ δὲ Πορφύριος οὔ φησιν ἀλλ’ ὅτι ὡς ἔτυχεν παρέλα‐
βεν· δηλοῖ δέ, φησίν, τὸ ἑκάστῳ προσκεῖσθαι τὸν ‘καὶ‘ σύν‐

89

δεσμον, ὅπερ ἐπὶ τῶν ὁρισμῶν οὐ γίνεται· συνεχεῖς γὰρ δεῖ εἶ‐ ναι τοὺς ὁρισμούς, καὶ οὐ διεζευγμένους. Εἴτ’ οὖν ἐρώτησις ἡ διαλεκτική. ἐν τούτοις παραδοῦναι βούλεται πῶς δεῖ ἀπαντᾶν πρὸς τὰς διαλεκτικὰς ἐρωτήσεις.
5σκοπεῖν γὰρ δεῖ μὴ ὁμώνυμον παρελήφθη ἐν τῇ ἐρωτήσει τὸ ὑ‐ ποκείμενον ἢ τὸ κατηγορούμενον, ἢ πολλά ἐστι τὰ ἐρωτηθέντα· οὐ γὰρ δεῖ πρὸς τὴν οὕτως ἔχουσαν ἐρώτησιν ἀποκρίνεσθαι οὐδ’ ἂν ἀληθὴς ὑπάρχει ἡ ἀπόκρισις, οἷον εἴ τις ἐρωτήσειεν ‘Αἴας ἐστράτευσεν ἐπὶ Ἴλιον;‘ ἀληθὲς μέν ἐστιν ἀποκρίνασθαι ὅτι
10ναί· ἀλλ’ ὅμως ἄτεχνον, ὡς αὐτός φησιν· εἰ γὰρ οὕτως ἔτυχεν (μὴ πάντας τοὺς σημαινομένους ὑπὸ τοῦ ὀνόματος ἐστρατευκέναι) ψευδὴς ἂν ἦν ἡ ἀπόκρισις. οὐ δεῖ δὲ τοὺς ἐπιστήμονας οὐδὲ ψευδῶς ἀποκρίνεσθαι οὐδὲ κατὰ τύχην ἀληθεύειν. ἀνεπιστήμο‐ νος γὰρ ταῦτα. πάλιν εἴ τις ἐρωτήσειεν ‘Σωκράτης περιπατεῖ
15καὶ ἀναγιγνώσκει;‘ οὐ καλῶς ἔχει τὸ εἰπεῖν ναί, κἂν τύχῃ ἀ‐ ληθεύων. δεῖ οὖν συνεθίζεσθαι καὶ ἐπὶ τῶν ἀληθῶν, ἵνα καὶ ἐπὶ τῶν ψευδῶν τετριμμένοι ὦμεν μὴ ἀπροσδιορίστως ἀποκρί‐ νεσθαι· συμβαίνει γὰρ ἐν τῇ ἐρωτήσει τὰ μὲν ἀληθεύειν τὰ δὲ
ψεύδεσθαι, καὶ οὐκ ἔστιν ἀσφαλὲς μίαν εἰπεῖν ἀπόκρισιν.

90

Ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως. ἀντὶ τού‐ του προταθέντος εἴτε κατάφασις εἴη εἴτε ἀπόφασις· ἢ θατέρου μορίου, ἵνα εἰ μὲν αὕτη κατάφασις ὑπάρχοι τὸ θάτερον ἀπόφα‐ σις, εἰ δὲ αὕτη ἀπόφασις εἴη θατέρα κατάφασις.
5Ἅμα δὲ δῆλον ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτική. διακρῖναι βούλεται τίνι διαφέρει διαλεκτικὴ ἐρώτησις πυσμα‐ τικῆς ἐρωτήσεως, καί φησιν ὅτι ἡ διαλεκτικὴ ἐρώτησίς ἐστι τοιαύτη ὡς δύνασθαι τὸν ἐρωτόμενον προενέγκασθαι τὸ ‘ναὶ‘ ἢ ‘οὔ,‘ καὶ κατανεῦσαι ἢ ἀνανεῦσαι, καὶ ἁπλῶς συμβολικῇ χρήσασ‐
10θαι ἀποκρίσει, οἷον ‘ἆρα Σωκράτης περιπατεῖ;‘ δύναται γάρ τις τὸ ‘ναὶ‘ εἰπεῖν ἢ ‘οὔ,‘ καὶ κατανεῦσαι ἢ ἀνανεῦσαι. ἐπὶ δὲ τῆς πυσματικῆς ἐρωτήσεως πλειόνων λόγων χρεία καὶ οὐ δύναται ἐπὶ ταύτης ταῖς προειρημέναις ἀποκρίσεσιν χρήσασθαι ἀλλὰ δεῖται πλειόνων λόγων ὡς ἐπὶ τοῦ τίς πόθεν εἷς ἀνδρῶν.
15Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα. διακρίνας πεῦσιν ἀπὸ ἐρωτήσεως καὶ εἰπὼν τί ἐστι διαλεκτικὴ ἐρώτησις, ἀπορίαν
τινὰ προβάλλεται νῦν καὶ ζητεῖ τὴν αἰτίαν τοῦ ποτὲ μὲν δύνασ‐

91

θαι τὰ χωρὶς κατηγορούμενα τινὸς συντίθεσθαι καὶ ἅμα κατη‐ γορεῖσθαι ποτὲ δὲ οὔ. καὶ πάλιν τίς ἡ αἰτία τοῦ ποτὲ μὲν τὰ συμπεπλεγμένως κατηγορούμενα δύνασθαι διῃρημένως κατηγο‐ ρεῖσθαι ποτὲ δὲ οὔ.
5Καὶ χωρὶς δίπουν, καὶ ταῦτα ὡς ἕν. ἀντὶ τοῦ συμπλακέντα καὶ ὡς ἓν γενόμενα κατηγορηθῆναι τοῦ ἀνθρώπου, ἵνα ᾖ οὕτως ‘ἄν‐ θρωπός ἐστι ζῷον δίπουν.‘ ἔστι δ’ ἐφ’ ὧν οὐ δύναται τὸ τοι‐ οῦτον γενέσθαι. Ἀλλ’ οὐχί, 〈εἰ〉 σκυτεὺς καὶ ἀγαθός. ὃ βούλεται εἰπεῖν
10τοῦτό ἐστιν, ὅτι ἰδοὺ κατά τινος τὶ κατηγορεῖται, καὶ οὐ δυ‐ νάμεθα ἅμα συμπλέξαντες ταῦτα κατηγορῆσαι αὐτοῦ τὸ ὅλον τοῦτο καὶ εἰπεῖν ὅτι ἔστι σκυτεὺς ἀγαθός· δυνατὸν γὰρ χωρὶς κατη‐ γορούμενα ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνεσθαι· δύναται γὰρ εἶναι κατὰ μὲν τοὺς τρόπους ἀγαθὸς τὴν δὲ σκυτικὴν μὴ ἀγαθός. ἐὰν
15δὲ ὅλον ἅμα κατηγορήσωμεν αὐτοῦ, οὐδὲν ἄλλο λέγομεν ἢ ὅτι ἀ‐ γαθός ἐστι κατὰ τὴν σκυτικήν.
Εἶναι δεῖ καὶ τὸ συνάμφω. ἵνα μή τις εἴπῃ ὅτι εἰ χωρὶς κατη‐

92

γορούμενα ἀληθῆ ἐστιν, τί κωλύει καὶ ἅμα αὐτὰ κατηγορούμενα ἀληθεύειν; δείκνυσι πολλὰ ἄτοπα ἑπόμενα τῷ λόγῳ. Ὥστε καὶ τὸ πᾶν. ἀντὶ τοῦ τὴν ἐκ δύο συμπλοκὴν πᾶσιν ἅμα κατηγορῆσαι ἐγχωρεῖ.
5Πάλιν εἰ τὸ λευκὸν αὐτό, καὶ τὸ πᾶν. τοῦτό φησιν ὅτι εἰ ἐ‐ πειδὴ ἀληθές ἐστι τὸ κατηγορῆσαι τὸ ἄνθρωπος λευκός, καὶ εἰ‐ πεῖν ὅτι ‘Σωκράτης ἄνθρωπος λευκός ἐστιν,‘ εἰ βουληθῶμεν ταῦ‐ τα συμπλέξαι καὶ εἰπεῖν ‘Σωκράτης ἄνθρωπος λευκὸς 〈λευκόσ〉 ἐστιν,‘ εὑρηθησόμεθα δὶς τὰ αὐτὰ λέγοντες, ὅπερ ἐστὶ μάταιον.
10οὐ μόνον δὲ δὶς ἀλλὰ καὶ μυριάκις τὰ αὐτὰ συμβαίνει κατηγο‐ ρεῖσθαι, ὥστε οὐκ ἔστιν ἀληθὲς τὸ πάντα τὰ χωρὶς κατηγορού‐ μενα δύνασθαι καὶ ἅμα κατηγορεῖσθαι. Καὶ ἄνθρωπος δίπους. εἰ ἀληθῆ, φησίν, ἔστιν εἰπεῖν ὅτι ‘Σω‐ κράτης ἄνθρωπός ἐστιν,‘ καὶ πάλιν ‘Σωκράτης δίπους ἐστίν,‘
15οὐκοῦν καὶ τὸ ὅλον τοῦτο ‘Σωκράτης ἄνθρωπος δίπους ἐστίν.‘
τοῦτο δὲ εἰπὼν οὐ μάτην παρέλαβεν ἀλλ’ ἐπειδὴ ἐμνημόνευσεν

93

〈τῶν ἐνεργείᾳ τὸ αὐτὸ〉 ἐχουσῶν κατηγοριῶν, καὶ τῶν δυνάμει τὸ αὐτὸ ἐχουσῶν μνημονεύει· ὁ γὰρ εἰπὼν ἄνθρωπος δυνάμει εἶπεν καὶ τὸ δίπους· καὶ ἐπὶ τῶν 〈τοιούτων〉 οὐ δεῖ τὰ δυ‐ νάμει ἐμπεριεχόμενα ἐπάγειν καὶ κατηγορεῖν· μάταιον γάρ.
5Ὅτι μὲν οὖν, εἴ τις ἁπλῶς θήσει. ἁπλῶς ἐνταῦθα ἀντὶ τοῦ ὡς ἔτυχεν ἄνευ προσδιορισμοῦ. Τῶν δὲ κατηγορουμένων, καὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει. ἐντεῦθεν παραδίδωσιν πότε τὰ χωρὶς κατηγορούμενα καὶ ἅμα κα‐ τηγορεῖται. λάβωμεν δὲ ἐκ διαιρέσεως οὕτως· τῶν κατηγορου‐
10μένων τὰ μὲν κατὰ φύσιν κατηγορεῖται τὰ δὲ παρὰ φύσιν. καὶ κατὰ φύσιν μὲν ὅταν συμβεβηκὸς κατ’ οὐσίας· κατὰ φύσιν μὲν γὰρ ὑπόκειται ἡ οὐσία κατηγορεῖται δὲ τὸ συμβεβηκός· ἐν γὰρ ταῖς οὐσίαις ἔχουσι τὰ συμβεβηκότα τὴν ὕπαρξιν. κατὰ φύσιν δέ ἐστι πάλιν κατηγορία ἡ τῶν γενῶν πρὸς τὰ εἴδη. παρὰ φύ‐
15σιν δέ ἐστι κατηγορία ὅτε τὸ εἶδος κατηγορεῖται τοῦ οἰκείου γένους, οἷον ‘τὸ χρῶμα λευκόν ἐστιν,‘ ‘ζῷον ἄνθρωπός ἐστιν,‘
καὶ ὅταν οὐσία κατηγορεῖται συμβεβηκότος, οἶον ‘ἐκεῖνο τὸ

94

λευκὸν ἄνθρωπός ἐστιν.‘ τὰ μὲν οὖν παρὰ φύσιν κατηγορούμε‐ να οὐδέποτε συμπλεκόμενα ὡς ἕν τι κατηγορεῖται. περὶ δὲ τῶν κατὰ φύσιν κατηγορουμένων αὐτὸς ἐρεῖ. Καὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει. ἀντὶ τοῦ τοῖς ὑποκει‐
5μένοις· κατὰ γὰρ τούτων εἰώθασιν τὰ κατηγορούμενα κατηγορεῖσ‐ θαι. Ὅσα μὲν κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θα‐ τέρου. φησὶν ὅτι ὅσα χωρὶς κατηγορεῖται ἐὰν ἄμφω κατὰ συμ‐ βεβηκὸς ὑπάρχοι τῷ ὑποκειμένῳ ἢ καὶ τὸ ἕτερον τῷ ἑτέρῳ κατὰ
10συμβεβηκὸς ὑπάρχοι, ταῦτα οὐ συμπλακήσεται. εἰ δέ τις ἀπο‐ ροίη πῶς οὖν συμπλέξαντές φαμεν ‘Σωκράτης ἄνθρωπος λευκός ἐστιν,‘ φαμὲν ὅτι ὥσπερ ἐν τῇ Ἀποδεικτικῇ αὐτὸς διωρίσατο ὅτι τὰ τοιαῦτα ἀπὸ συμβεβηκότος λέγεται οὐχὶ κατὰ συμβεβηκός· τοιοῦτον δέ ἐστι καὶ τὸ ‘Σωκράτης ἐπιστήμων γεωμέτρης ἐστίν,‘
15καίτοι ἀμφότερα τῷ ὑποκειμένῳ συμβέβηκεν.
Οὐδ’ εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖν. λείπει τῷ λόγῳ τὸ

95

κεχωρισμένα εἶναι. ἢ οὕτως· οὐδὲ εἰ ἀληθῆ ἐστι τὰ λεγόμε‐ να χωρὶς συμπλακῆναι δυνήσονται, διότι καὶ ἀλλήλοις καὶ τῷ ὑποκειμένῳ κατὰ συμβεβηκὸς ὑπάρχουσιν. Ἀλλὰ ζῷον δίπουν. ἀμφότερα γὰρ οὐσιωδῶς ὑπάρχει τῷ ὑποκει‐
5μένῳ καὶ οὐ κατὰ συμβεβηκός. Ἔτι οὐδὲ ὅσα ἐνυπάρχει. εἰρηκὼς ὅτι κατὰ συμβεβηκὸς ἢ ἀλ‐ λήλοις ἢ τῷ ὑποκειμένῳ ὑπάρχοντα οὐ δύναται συνδυαζόμενα ποι‐ εῖν ἓν κατηγόρημα, νῦν περὶ τῶν δυνάμει τὸ αὐτὸ ἐχουσῶν λέγει ὅτι οὐ δύνανται συνδυάζεσθαι· μάταιον γὰρ τὸ τοιοῦτο καὶ πολ‐
10λάκις τὰ αὐτὰ συμβαίνει κατηγορεῖν· ὁ γὰρ λέγων ‘Σωκράτης ἄνθρωπος ζῷόν ἐστιν,‘ δὶς τὸ αὐτὸ λέγει, εἰ γὰρ ἄνθρωπος πάν‐ τως καὶ ζῷον. Ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶς. 〈εἰπὼν περὶ τῶν ἁπλῶσ〉 λεγομένων καὶ δυναμένων συνδυάζεσθαι ἢ μή,
15νῦν περὶ τῶν συμπεπλεγμένων μὲν δυναμένων δὲ καὶ χωρὶς λέ‐
γεσθαι ἢ μὴ δυναμένων διαλαμβάνει. “κατὰ τοῦ τινὸς καὶ ἁ‐

96

πλῶς,” κατὰ παράλειψιν τὸ ῥητὸν ἔχει· δέον γὰρ εἰπεῖν ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ συμπεπλεγμένως καὶ ἁπλῶς, παραλείπων τὸ συμπεπλεγμένως εἶπεν τὸ ἁπλῶς ὀφείλοντος ἐκεί‐ νου προσυπακούεσθαι. ἢ οὐ τοῦτο βουλόμενος ἀλλ’ ἕτερον βαθύ‐
5τερον καὶ νουνεχές. φασὶ γὰρ ὅτι αὐτὸ τὸ κατὰ τινὸς ἀντὶ τοῦ συμπεπλεγμένως ἔλαβεν· διὰ τίνα αἰτίαν; ἐπειδὴ τὸ τινὸς μερι‐ κόν τι σημαίνει, τοῦ δὲ μερικοῦ πλείονα κατηγορεῖται· συμπε‐ πλεγμένοι γάρ εἰσιν οἱ τῶν μερικῶν ὁρισμοί, διὸ λέγειν εἰώ‐ θαμεν ὅτι ὅσον προστίθεται τοῖς ὁρισμοῖς τοσοῦτον μερικόν τι
10σημαίνουσιν, ὥσπερ ἔστιν ἰδεῖν ἐπὶ τοῦ ζῴου· πολλὰ γάρ ἐστι τὰ δηλούμενα ὑπὸ τῆς φωνῆς. ἐὰν δὲ προσθῶμεν τὸ λογικὸν ἥττονα γίνεται, τὸ θνητὸν ἔτι ἥττονα, γραμματικὸν πολλῷ ἥττονα γί‐ νεται. σκόπει οὖν πόσης συμπλοκῆς λόγων ἐδεήθημεν πρὸς τὸ ση‐ μάναι τὸ μερικόν. ἀντὶ τοῦ οὖν εἰπεῖν τὰ κατὰ συμπλοκὴν τὸ
15τινὸς εἶπεν, ἐπειδή, ὡς ἔφην, τὰ μερικὰ πλειόνων λόγων συμπλο‐ κῆς δεῖται πρὸς τὸ σημανθῆναι. Οὐκ ἀεὶ δέ. οὐκ ἀεί, φησίν, τὰ συμπεπλεγμένως κατηγορούμενα
δύναται καὶ χωρὶς κατηγορεῖν, αὐτὸς δὲ παραδώσει πότε οὐ δυνα‐

97

τόν. Ἀλλ’ ὅταν μὲν ἐν τῷ προσκειμένῳ τῶν ἀντικειμένων τι ἐν‐ υπάρχῃ. τὸν κανόνα παραδίδωσιν λοιπὸν πότε οὐκ ἐγχωρεῖ. ὅταν, φησίν, ἐν τοῖς προσκειμένοις (τοῦτ’ ἔστι κατηγορου‐
5μένοις) τῶν ἀντικειμένων τι ἐνυπάρχῃ ὡς δύνασθαι αὐτὰ ἀν‐ τιφατικῶς ἀντικεῖσθαι, τὰ τοιαῦτα οὐ δύναται καὶ χωρὶς κα‐ τηγορεῖσθαι. πῶς δὲ τὰ ἀντιφατικῶς ἀντικείμενα συμπλέκεται ἔσθ’ ὅτε καὶ κατηγορεῖται ἐφεξῆς εἰπεῖν δεῖ. οἷον δυνάμεθα εὑρόντες νεκρὸν σῶμα εἰπεῖν ὅτι ‘τοῦτο ἄνθρωπος νεκρός ἐσ‐
10τιν,‘ τὸ δὲ ἄνθρωπος τῷ νεκρὸς ἀντιφατικῶς ἀντίκειται· περὶ μὲν γὰρ τοῦ ἀνθρώπου λέγομεν ὅτι ἔστι ζῷον λογικόν, περὶ δὲ τοῦ νεκροῦ ἀληθές ἐστιν εἰπεῖν ὅτι οὐκ ἔστι ζῷον λογικόν, ὥστε ταῦτα ἀντιφατικῶς ἀντικείμενα συμπεπλεγμένως μὲν δυνά‐ μεθα κατηγορεῖν οὐκ ἔτι δὲ καὶ διῃρημένως· οὐ γὰρ δυνάμεθα
15κατὰ τοῦ νεκροῦ εἰπεῖν ὅτι ἔστιν ἄνθρωπος. Οἷον τὸν τεθνεῶτα ἄνθρωπον. ἐπειδὴ διότι κατὰ μὲν συμπλοκὴν δύναται λέγεσθαι ἄνθρωπος νεκρός, τοῦτο μὲν ἐσιώπησεν ὡς σα‐
φές, καὶ προσυπακούεσθαι ὀφεῖλον, τὸ δὲ μὴ δυνάμενον λεχθῆ‐

98

ναι εἶπεν τὸ κεχωρισμένως. Ἢ ὅταν μὲν ἐνυπάρχῃ, ἀεὶ οὐκ ἀληθές. ἐπειδὴ ἐν τῷ πρὸ τού‐ του εἶπεν ὅτι ὅταν μὴ ἐνυπάρχῃ ἀντιφατικῶς ἀντικείμενα ἀληθές ἐστι τὸ καὶ χωρὶς κατηγορεῖν, ηὕρισκεν δὲ πολλὰ τῷ λόγῳ μαχό‐
5μενα· ἰδοὺ γὰρ λέγομεν ‘Ὅμηρος ποιητής ἐστιν·‘ τὸ δὲ ποιητὴς καὶ τὸ ἔστι καίπερ μὴ ἀντικείμενα ἀντιφατικῶς οὐ δύναται χω‐ ρὶς κατηγορεῖσθαι, διὰ τοῦτο ὥσπερ ἐπιδιορθούμενος λέγει ὅ‐ τι οὕτω μᾶλλον δεῖ εἰπεῖν τὸν κανόνα ὅτι ἐπὰν μέν τινα ὑπάρχῃ ἐν τῇ συμπλοκῇ ἀντιφατικῶς ἀντικείμενα πάντως ψεῦδός ἐστι τὸ χω‐
10ρὶς κατηγορῆσαι, ἐπὰν δὲ μὴ ὑπάρχῃ ἀντιφατικῶς ἀντικείμενα οὐ πάντως ἀληθές ἐστι τὸ χωρὶς κατηγορῆσαι, ἀλλ’ ἔστιν ὅτε κἀν τούτοις ψεῦδος. Κατὰ γὰρ συμβεβηκὸς κατηγορεῖται τὸ ἔστιν τοῦ Ὁμήρου. οὐ γὰρ περὶ τῆς ὑπάρξεως αὐτοῦ λέγεται τὸ ἔστιν ἀλλὰ περὶ τῆς
15ποιήσεως, ὥστε ἐὰν χωρίσαντες βουληθῶμεν εἰπεῖν ‘Ὅμηρος ἔστι‘ ψευδόμεθα· οὐ γὰρ ἔστιν ὁ Ὅμηρος.
Ἐὰν λόγοι ἀντὶ ὀνομάτων λέγωνται. πάνυ ἀσφαλῶς προσέθηκεν

99

τοῦτο, ἐπειδὴ γὰρ ἡ ἐναντιότης ἐν μὲν τοῖς ὀνόμασιν πρόδηλός ἐστιν, ὥσπερ ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος (πᾶς γάρ τις οἶδεν καὶ ἐξ αὐτῶν τῶν ὀνομάτων ὅτι ἐναντία ἐστίν), ἔστι δὲ ὅτε ἐν μὲν τοῖς ὀνόμασιν οὐκ ἔστι πρόδηλος, ἐν δὲ τοῖς ὁρισμοῖς αὐ‐
5τῶν τῶν ὀνομάτων ἐξεταζομένη καταφαίνεται, διὰ τοῦτο προσέθηκεν ἐὰν μήτε τοῖς ὀνόμασιν μήτε τοῖς ὁρισμοῖς ὑπάρχει ἐναντία, οἷον εἰ μὴ φαίνεται ἐν τῷ ἄνθρωπος νεκρὸς ἡ ἐναντιότης τοῦ νεκροῦ πρὸς τὸν ἄνθρωπον, δεῖ λαβεῖν ἑκατέρου τοὺς ὁρισμούς, κἂν μηδὲ ἐν τούτοις φαίνεται ἐναντιότης, ἐπὶ τοὺς ἔτι καθολι‐
10κωτέρους ἀνελθεῖν δεῖ ὁρισμούς· εἰ γὰρ ἐπὶ τοῦ ἀνθρώπου, εἰ μὴ φαίνοιτο ἐν τῷ ζῷον λογικὸν ἡ ἐναντιότης, ἄνελθε ἐπὶ τὸν καθολικώτερον καὶ εἰπὲ οὐσία ἔμψυχος αἰσθητική, καὶ τοῦτο ποιεῖν ἄχρι τῶν γενικωτάτων, κἂν μὲν μὴ εὑρεθείη ἐναντιότης ἐν μηδενί, ἴσως ἔστι διελόντα χωρὶς κατηγορεῖσθαι, οὐ γὰρ
15πάντως· εἰ δὲ ὑπάρχει ἐν τινὶ ἐναντιότης πάντως οὐχ ὑπάρχει ἀληθὲς τὸ καὶ διελόντα κατηγορῆσαι. Ἐπὶ τούτων τὸ τὶ καὶ ἁπλῶς ἀληθὲς ἔσται εἰπεῖν. ἐὰν κατὰ
φύσιν κατηγοροῦνται καὶ καθ’ αὑτὰ καὶ μὴ δι’ ἄλλο τι ὥσπερ

100

τὸ ἔστι διὰ τὴν ποίησιν καὶ οὐ διὰ τὸν Ὅμηρον, ἐὰν μήτε δι’ ἄλλο μήτε κατὰ συμβεβηκὸς ἢ 〈μετ’〉 ἀλλήλων τοῦ ὑπο‐ κειμένου κατηγοροῖντο, “ἐπὶ τούτων τὸ τί” ἀντὶ τοῦ συμπε‐ πλεγμένως, “καὶ ἁπλῶς” ἀντὶ τοῦ κεχωρισμένως, ἀληθὲς ἔσ‐
5ται κατηγορεῖν. Τὸ δὲ μὴ ὄν, ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι. πάλιν, φησίν, ἐπὶ τῶν μὴ ὄντων, δοξαζομένων δὲ ὅμως, οὐ δυνάμεθα τὸ ἔστιν αὐτὸ χωρὶς εἰπεῖν. οὐ γὰρ ἐπειδὴ λέγωμεν ὁ τρα‐ γέλαφος δοξαστόν ἐστιν, ἤδη δυνάμεθα εἰπεῖν ὅτι τὸ μὴ ὂν ἔσ‐
10τιν· τὸ γὰρ μὴ ὂν πολλαχῶς λέγεται· λέγομεν γὰρ μὴ ὂν τοῦτο ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ ἑτέρῳ (οἷον Σωκράτη λέγομεν μὴ εἶναι ταὐτὸν ὅπερ Πλάτων), πάλιν λέγομεν μὴ ὂν ὃ κατὰ φαντασίαν μὲν ὑπάρχει οὐκ ἔστι δὲ καὶ κατ’ ἀλήθειαν (οἷον ὁ τραγέλαφος ὅπερ καὶ δοξαστὸν καλεῖται), πάλιν δὲ καλεῖται μὴ ὂν ὃ μήτε κατ’
15ἀλήθειαν ὑπάρχει μήτε κατὰ φαντασίαν ὅπερ οἱ φιλόσοφοι κα‐
λοῦσιν μηδαμῇ μηδαμῶς.

101

Ἀρχὴ τοῦ δ τμήματος. Τούτων δὲ διωρισμένων σκεπτέον πῶς ἔχουσιν αἱ καταφάσεις καὶ αἱ ἀποφάσεις πρὸς ἀλλήλας. πέρας ἔχει καὶ τὸ τρίτον τοῦ βιβλίου τμῆμα ἐν ᾧ διελάμβανεν περὶ τῶν ἐκ τρίτου προσ‐
5κατηγορουμένου προτάσεων. ἄρχεται λοιπὸν ἐντεῦθεν περὶ τοῦ τετάρτου ἐν ᾧ διδάσκει τὰς μετὰ τρόπου προτάσεις. ἡμεῖς δὲ κατὰ τὴν εἰωθυῖαν τάξιν πρότερον εἴπωμεν τί ἐστι τρόπος, εἶ‐ τα πόσοι εἰσὶ τρόποι, τρίτον δὲ ποῦ τῆς καταφάσεως τιθέμεθα τὸ ἀρνητικὸν μόριον ποιῆσαι τὴν ἀπόφασιν, καὶ τέταρτον πόσαι
10εἰσὶν αἱ μετὰ τρόπου προτάσεις. Πρῶτον οὖν εἴπωμεν τί ἐστι τρόπος. τρόπος ἐστὶν ὁ δηλῶν πῶς ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, ἢ ἄρα ἀ‐ ναγκαίως ἢ ἐνδεχομένως ἢ ἀδυνάτως. καὶ τί διαφέρει τρόπος ὕ‐ λης; καὶ ὕλη γὰρ ὑπάρχει τῷ κατηγορουμένῳ ἢ ἀναγκαία ἢ ἀδύ‐
15νατος ἢ ἐνδεχομένη. φαμὲν οὖν ὅτι ἡ μὲν ὕλη ὡς ἔχει ἡ φύσις τοῦ πράγματος οὕτω λαμβάνεται, ὁ δὲ τρόπος ἐκ τῆς ἡμετέρας κα‐ τηγορίας· ἔξεστι γὰρ ἡμῖν κατὰ πραγμάτων ἀναγκαίαν ὕλην ἐχόν‐
των κατηγορῆσαι ἀδύνατον τρόπον ἢ τὸ ἀνάπαλιν.

102

Περὶ δὲ τοῦ ποσοῦ τῶν τρόπων ἤτοι προτάσεων ἰστέον ὅτι νῦν μὲν τέσσαρές φησιν εἶναι τρόπους, ἀναγκαῖον ἀδύνατον δυνατὸν ἐνδεχόμενον, ὕστερον δὲ δείξει ὅτι τὸ δυνατὸν λέ‐ γεται καὶ κατὰ ἀναγκαίου καὶ κατὰ ἐνδεχομένου.
5Περὶ τοῦ γ ἰστέον ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν ἐκ τρίτου προσ‐ κατηγορουμένου πρὸς τῷ εἶναι τιθέντες τὸ ἀρνητικὸν μόριον ἐ‐ ποιοῦμεν ἀπόφασιν οὕτω καὶ ἐνταῦθα· ἂν γὰρ οὕτω ποιήσωμεν δυ‐ νατὸν [οὐδὲν] Σωκράτη δίκαιον μὴ εἶναι, οὐδὲν γὰρ ἄλλο λέγω ἢ ὅτι ‘δυνατόν ἐστι Σωκράτη μὴ εἶναι δίκαιον,‘ ὅπερ ἔσται κα‐
10τάφασις. δεῖ οὖν πρὸς τῷ τρόπῳ τιθέναι τὸ ἀρνητικὸν μόριον· οὕτω γάρ ἐστιν ἀπόφασις. τὸ γὰρ κῦρος ἐν ταῖς τοιαύταις προ‐ τάσεσιν οἱ τρόποι ἔχουσιν· δεῖ οὖν αὐτοὺς ἀναιρεῖν. Περὶ δὲ τοῦ ποσοῦ τῶν προτάσεων λοιπὸν εἰπεῖν ἄξιον. ἰστέον τοίνυν ὅτι ἐν ταῖς προδιδαχθεῖσιν ἀντιφάσεσιν προστι‐
15θέμενοι οἱ τρόποι δῆλον ὅτι τριπλασιάσουσιν αὐτάς. σκοπήσο‐ μεν οὖν πόσαι ὑπῆρχον ἐκεῖναι· εὑρήσομεν γὰρ οὕτω τὸ ζητού‐ μενον. ὑπῆρχον τοίνυν αἱ μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμέ‐ νου οβ, αἱ δὲ ἐκ τρίτου προσκατηγορουμένου ὑπῆρχον ρμδ. γί‐
νονται οὖν ἅπασαι σις, ταύταις προστιθέμενοι οἱ τρεῖς τρόποι

103

καὶ τριπλασιάζοντες ποιήσουσιν ἀντιφάσεις χμη. προτάσεις δὲ τούτων δῆλον ὅτι διπλασίους, πλείους δὲ τούτων οὐκ εἰσὶ προ‐ τάσεις. ταῦτα καὶ περὶ τῶν προτάσεων, ἀπιέναι λοιπὸν καιρὸς ἐπὶ τὴν τοῦ ῥητοῦ ἐξήγησιν.
5Αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατόν. συντομίας ὧν ἐραστὴς ἀντὶ πάσης τῆς προτάσεως τὸ εἶναι λαμβάνει καὶ μὴ εἶναι, καὶ προστίθησιν τὸν τρόπον. Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀντίκεινται. ζητεῖ μὲν ποῦ τῆς καταφάσεως δεῖ τιθέναι τὸ ἀρνητικὸν μόριον, καί φησιν ἔ‐
10χειν ἀπορίαν τὸν λόγον· εἰ γὰρ ἐθελήσοιμεν, φησίν, ὥσπερ ἐ‐ ποιοῦμεν ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου πρὸς τῷ εἶναι τιθέντες τὸ ἀρνητικὸν μόριον, οὕτω κἀνταῦθα, οὐ δυνησόμεθα ποιεῖν· καταφάσεις γὰρ ἕπονται ἀμφότεραι καὶ οὐ δυνατὸν εἶναι ἀποφάσεις.
15Οὐ τὸ μὴ δυνατὸν [μὴ] εἶναι. εἰ οὕτω, φησίν, ὡς ὁρῶμεν
ὅτι αἱ ἀποφάσεις γίνονται τοῦ ἀρνητικοῦ μορίου πρὸς τῷ εἶναι

104

τιθεμένου καὶ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, ἐθελήσοιμεν καὶ ἐπὶ τούτων ποιεῖν, εὑρεθησόμεθα συναληθευούσας ποιοῦντες καὶ οὐκ ἀντιφατικῶς ἀντικειμένας.
5Δοκεῖ δὲ τὸ αὐτὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι. δοκεῖ, φησίν, ἐπὶ τῶν ἐνδεχομένων τὸ αὐτὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι, οὐκ ἄρα οὕτως ἀντικείσονται καὶ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι λαμβανόμεναι· οὐ γὰρ διαιρήσουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος εἴπερ αἱ δύο προτάσεις δύνανται ἐπὶ ἐνδεχομένου
10πράγματος ἀληθεύειν. “πᾶν γὰρ τὸ οὕτω δυνατόν·” τὸ οὕτω ἀντὶ τοῦ ὡς ἐνδεχόμενον λαμβανόμενον, ἐπειδὴ τὸ δυνατὸν ἔσ‐ τιν ὅτε καὶ ὡς ἀναγκαῖον λαμβάνεται. τοῦτο οὖν φησὶν ὅτι τὸ δυνατὸν τὸ ἐπὶ τοῦ ἐνδεχομένου λαμβανόμενον ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι, ὥστε οὐ δυνήσονται ἐπὶ τοῦ αὐτοῦ αἱ δύο
15προτάσεις λαμβάνεσθαι· οὐ γὰρ ἔσται ἀντίφασις ἡ τοιαύτη. Λόγος δὲ ὅτι ἅπαν τὸ οὕτω δυνατόν. λόγος ἀντὶ τοῦ αἰτία. οὕτω καὶ ὁ θεῖος Πλάτων ἐν τῷ Γοργίᾳ φησίν· “ἐγὼ δὲ τέχνην
οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα” ἀντὶ τοῦ ὃ ἂν μὴ διδοῖ τὰς

105

αἰτίας ὧν ποιεῖ, οὕτω κἀνταῦθα ὁ λόγος ληπτέον. ὃ γάρ φη‐ σιν τοῦτό ἐστιν, ὅτι αἰτία τοῦ τὰς δύο προτάσεις ἀληθεύειν ἐπὶ τοῦ τοιούτου δυνατοῦ τὸ μὴ ἀεὶ αὐτὸ ἐνεργεῖν ἀλλὰ ποτὲ καὶ ἐνδεχομένως.
5Εἰ οὖν ἐκεῖνο ἀδύνατον. εἰ τὸ αὐτὸ φάναι ἅμα καὶ ἀποφάναι κατὰ τοῦ αὐτοῦ ἀδύνατόν ἐστιν, τὸ ἕτερον ἂν εἴη αἱρετὸν τὸ μὴ τῷ εἶναι προστιθέναι τὸ ἀρνητικὸν μόριον. Ἀληθές—οὐκ ἀληθές. προσέθηκεν καὶ ἄλλον τρόπον, ἵνα εἴπῃ ὅτι οὐχ οὗτοι μόνοι εἰσὶ τρόποι ἀλλὰ καὶ ἄλλοι πλείους· καὶ
10γὰρ καὶ τὰ ἐπιρρήματα τῆς ποιότητος λεγόμενα παρὰ τοῖς γραμ‐ ματικοῖς, τὸ καλῶς καὶ σαφῶς καὶ ὅσα τοιαῦτα, οἷον ‘Σωκράτης σαφῶς ἐξηγεῖται‘ ‘Σωκράτης καλῶς περιπατεῖ,‘ καὶ οὗτοι τρόποι εἰσὶ καὶ ἄλλοι πολλοί, διὸ αἰνιττόμενος προσέθηκεν τὸ ἀλη‐ θές. οἱ μέντοι ὡρισμένοι καὶ καθολικοὶ οὗτοί εἰσιν οἱ τρεῖς,
15ἀναγκαῖος ἀδύνατος ἐνδεχόμενος.
Καὶ 〈αἱ〉 ἀκολουθήσεις δὲ κατὰ λόγον γίνονται οὕτω τιθεμένοις.

106

αἱ ἀκολουθήσεις, φησίν, τῶν προτάσεων οὕτως ἔσονται τιθεμέ‐ νων ἡμῶν πρὸς τῷ τρόπῳ τὸ ἀρνητικὸν μόριον καὶ οὐχὶ πρὸς τῷ εἶναι. καὶ λοιπὸν ἐκτίθεται τὸ μὲν πρῶτον οὐκ ἀκριβῶς διά‐ γραμμα, ὕστερον δὲ ἐπιδιορθοῦται αὐτὸ καὶ ἐκτίθεται καλῶς
5αὐτάς. Καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει. ἀντὶ τοῦ ἰσοδυναμεῖ. καὶ ὁ‐ μοίως ἀκολουθοῦσιν ἀλλήλοις τῇ καταφάσει ἡ κατάφασις καὶ τῇ ἀποφάσει ἡ ἀπόφασις. Θεωρείσθω δὲ ἐκ τῆς ὑπογραφῆς τὸ λεγόμενον. ἐντεῦθεν ἄρχεται
10ἐκτίθεσθαι τὰς ἀκολουθήσεις πρότερον ὡς ἐπὶ τοῦ διαγράμματος τοῦ μὴ ὀρθῶς ἔχοντος, ὕστερον δὲ ἐλέγχει καὶ δείκνυσιν ὅτι οὐ δύνανται οὕτω κείμεναι ἕπεσθαι ἀλλήλαις. διὰ τοῦτο δὲ οὐκ ἐξ ἀρχῆς τὸ ὀρθῶς ἔχον ἐξέθετο διάγραμμα, ἐπειδὴ καὶ τοῦτο εἶχεν ἀπάτην τινὰ καὶ ᾠήθη ἄν τις οὕτω κειμένας ἕπεσθαι ἀλλήλαις.
15φησὶν γὰρ ὅτι τῷ δυνατὸν εἶναι ἕπεται τὸ ἐνδέχεται εἶναι καὶ
τοῦτο εἰκότως· ὃ γὰρ δυνατὸν εἶναι τοῦτο ἐνδέχεται εἶναι. ταύ‐

107

ταις δὲ πάλιν ἕπεται ἡ οὐκ ἀναγκαῖον εἶναι· ὃ γὰρ ἐνδέχεται εἶναι τοῦτο οὐκ ἔστιν ἀνάγκη εἶναι. περὶ ταύτην δέ ἐστιν ἡ ἀπάτη· καὶ ὕστερον ἀνατρέψει μὲν ταύτην τίθησιν δὲ ἄλλην ἀν‐ τὶ ταύτης. νῦν ἐκτίθεται τελευταῖον τὸ διάγραμμα, ὅλον δὲ
5τῇ ἀπαριθμήσει προτέρας τάττει τάς τε ἁπλᾶς καὶ τὰς ἐκ μετα‐ θέσεως, ὕστερον δὲ τὰς ἀποφάσεις. ὑποτάττομεν δὲ καὶ ἡμεῖς αὐτὰς ὅπως σαφὲς ἔσται τὸ λεγόμενον. [Start of a diagram] [End of Table cell] δυνατὸν εἶναι [End of Table cell] ἁπλαῖ [End of Table cell] οὐ δυνατὸν εἶναι [End of Table cell] ἐνδεχόμενον εἶναι [End of Table cell] οὐκ ἐνδεχόμενον εἶναι
10[End of Table cell] οὐκ ἀδύνατον εἶναι [End of Table cell] ἀδύνατον εἶναι [End of Table cell] οὐκ ἀναγκαῖον εἶναι [End of Table cell] ἀναγκαῖον μὴ εἶναι
11aἀντίφασις
11bἀντίφασις
12[End of Table cell] δυνατὸν μὴ εἶναι [End of Table cell] οὐ δυνατὸν μὴ εἶναι [End of Table cell] ἐνδεχόμενον μὴ εἶναι [End of Table cell] οὐκ ἐνδεχόμενον μὴ εἶναι [End of Table cell] οὐκ ἀδύνατον μὴ εἶναι [End of Table cell] ἀδύνατον μὴ εἶναι
15[End of Table cell] οὐκ ἀναγκαῖον μὴ εἶναι [End of Table cell] ἀναγκαῖον εἶναι[End of a diagram] Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον. ἀποβλέποντας εἰς τὸ διά‐
γραμμα οὐκ ἔστι δυσχερὲς [τ] νοῆσαι τὰ ὑπ’ αὐτοῦ λεγόμενα ὥσπερ

108

καὶ ἐπὶ τοῦ προκειμένου. ὅρα γὰρ τί λέγει· φησὶν ὅτι αἱ τοῦ ἀδυνάτου καὶ οὐκ ἀδυνάτου ἀποφάσεις ἀκολουθοῦσιν μὲν ταῖς ἀντιφάσεσιν ταῖς τοῦ δυνατοῦ καὶ ἐνδεχομένου, οὐχ ὁ‐ μοίως δέ· οὐ γὰρ ὑπὸ τὰς ἐκείνων καταφάσεις τέτακται καὶ
5ἡ τούτου κατάφασις ἀλλὰ ταῖς μὲν ἐκείνων καταφάσεσιν ἡ ἀπό‐ φασις τοῦ ἀδυνάτου, ταῖς δὲ ἀποφάσεσιν τοῦ δυνατοῦ καὶ ἐν‐ δεχομένου αἱ τοῦ ἀδυνάτου καταφάσεις· ἀντεστραμμένως οὖν ἕπονται. Φανερὸν δὴ ὅτι οὐχ οὕτως ἀλλ’ αἱ ἐναντίαι. ζητήσας ἐπὶ τοῦ ἀ‐
10δυνάτου καὶ εὑρὼν ὅτι ἀντεστραμμένως ἕπονται, ταῖς μὲν γὰρ ἐκεί‐ νων καταφάσεσιν ἡ τοῦ ἀδυνάτου ἀπόφασις, ταῖς δὲ ἀποφάσεσιν ἡ κατάφασις, νῦν ἐπὶ τοῦ ἀναγκαίου ζητεῖ, καί φησιν μὴ οὕτως ἔχειν ὥσπερ ἐπ’ ἐκείνων ἀλλὰ τὰς ἐναντίας καλῶν τὴν οὐκ ἀ‐ ναγκαῖον εἶναι καὶ τὴν ἀναγκαῖον μὴ εἶναι, οὐκ ἐπειδὴ συμ‐
15ψεύδονται ἐπὶ τῆς ἀναγκαίας ὕλης (καὶ γὰρ καὶ συναληθεύου‐ σιν ἐπὶ τῆς ἀδυνάτου), ἀλλὰ καλέσας αὐτὰς ἁπλῶς ἐναντίας διὰ τὸ μὴ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος.
Αἱ δὲ ἀντιφάσεις χωρίς. τοῦτο βούλεται εἰπεῖν ὅτι ἐπὶ μὲν

109

τοῦ ἀδυνάτου ἡ ἀντίφασις ὑπετάσσετο ἐπὶ δὲ τοῦ ἀναγκαίου οὐχὶ ἡ ἀντίφασις· οὐ γάρ ἐστιν ἀντίφασις ἡ ἑτέρα τῆς ἑτέ‐ ρας, ἀλλ’ ὥσπερ εἴρηται ἐναντίαι εἰσίν. ἑκατέρας δὲ αὐτῶν ἡ ἀντικειμένη χωρίς ἐστιν, τοῦτ’ ἔστιν αἱ διαγώνιοι· τῆς
5μὲν γὰρ οὐκ ἀναγκαῖον εἶναι ἐστὶν ἀποφάσεως οὔσης κατάφασις ἡ ἀναγκαῖον εἶναι, καὶ τῆς ἀναγκαῖον μὴ εἶναι καταφάσεως οὔσης ἀπόφασίς ἐστιν ἡ διαγώνιος ἡ οὐκ ἀναγκαῖον μὴ εἶναι. διὰ τοῦτο οὖν εἶπεν ὅτι ἀντιτεταγμέναι οὐκ εἰσὶν ἀντιφάσεις· αἱ γὰρ ἀντιφάσεις χωρίς εἰσιν, τοῦτ’ ἔστιν αἱ διαγώνιοι.
10Τὸ αὐτὸ δυνάμενον. φησὶν ὅτι τὸ αὐτὸ δύναται τὸ ἀδύνατον καὶ τὸ ἀναγκαῖον, ἐὰν ἐναντίως ἀποδοθῶσιν κατὰ τὸ εἶναι καὶ μὴ εἶναι, ἵνα εἰ ἐπὶ μὲν τοῦ ἑτέρου τὸ ἕτερον ἀποδοθῆναι τὸ μὴ εἶναι ἀποδοθῇ. Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν τὸ ἀναγκαῖον ὁμοίως. διὰ τί,
15φησίν, οὐκ ἐτάξαμεν τὴν ἀντίφασιν πᾶσαν τοῦ ἀναγκαίου ἀλλὰ τὴν μὲν κατάφασιν ἐκ μεταθέσεως τὴν δὲ ἀπόφασιν ἁπλῆν; ὅ‐
περ 〈ἄτοπόν〉 φησιν, ἐπειδὴ δεῖ τὸ ἀδύνατον καὶ τὸ ἀναγκαῖον

110

ἐναντίως ἀποδίδοσθαι· δεῖ γὰρ τὸ μὲν ἕτερον εἰπεῖν τὸ εἶναι τὸ δὲ ἕτερον τὸ μὴ εἶναι, καὶ διὰ τοῦτο οὖν, φησίν, ἠναγκά‐ σθημεν τάξαι ὑπὸ τὸ ἀδύνατον εἶναι τὸ ἀναγκαῖον μὴ εἶναι. καὶ ταῦτα μὲν ἐσιώπησεν· περὶ γὰρ αὐτὰ ἦν ἡ ἀπάτη καὶ δι’ αὐ‐
5τὰ ἡ ἀπορία, λέγω δὲ τὸ [οὐκ] ἀδύνατον μὴ εἶναι τοῦτο ἀναγ‐ καῖον εἶναι. ἑτέραν ἀκολούθησιν ἐκτίθεται τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου πρὸς ἀπόδειξιν τοῦ δεῖν τοῦ ἑτέρου ἔχοντος τὸ εἶ‐ ναι τὸ ἕτερον ἔχειν τὸ μὴ εἶναι. ἐκείνων οὖν μνημονεύει περὶ οὗ ὑπάρχει ἡ ἀπάτη.
10Ὥστε εἰ ἐκεῖνα ὁμοίως δυνατῷ καὶ μή. τὸ ἀδύνατον, φησί, καὶ οὐκ ἀδύνατον ὁμοίως τῷ δυνατῷ καὶ μὴ δυνατῷ ἔχουσιν, τοῦτ’ ἔ‐ στιν εἰ ὁμοίως ἐκείνοις ἔχουσιν τὸ εἶναι ἢ μὴ εἶναι ταῦτα ἐ‐ ναντίως ἕξουσιν τὸ ἀναγκαῖον καὶ οὐκ ἀναγκαῖον· ἐκείνων γὰρ πάντων ἐχόντων τὸ εἶναι ταῦτα τὸ μὴ εἶναι ἕξουσιν καὶ τὸ ἐ‐
15ναντίον ὁμοίως. Ἢ ἀδύνατον οὕτω κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις; μέχρι
τῶν ἐνταῦθα τὰς πιθανὰς ἐξετίθετο ἀκολουθήσεις. ἐντεῦθεν δὲ

111

ἄρχεται δεικνύναι ὅτι ἀδύνατον οὕτω τιθεμένας τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις ἀκολουθεῖν ταῖς λοιπαῖς· πολλὰ γὰρ δείξει ἄτοπα ἑπό‐ μενα τῇ τοιαύτῃ ἀκολουθέσει. τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι. βουλόμενος τὴν ἀκρι‐
5βῆ εὑρεῖν ἀκολούθησιν τοῦ ἀναγκαίου ἐπιχείρημά τι κατασκευάζει συμβαλλόμενον αὐτῷ πρὸς τὴν εὕρεσιν. λέγει γὰρ ὅτι τὸ ἀναγκαῖον εἶναι τοῦτο καὶ δυνατὸν εἶναι· εἰ γὰρ φῂς ὅτι οὐκ ἔστι τὸ ἀναγ‐ καῖον εἶναι δυνατὸν εἶναι, οὐκοῦν ἀδύνατον· ἀνάγκη γὰρ ἐπὶ τοῦ παντὸς πράγματος ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν, ἀλλὰ
10μὴ τὸ λέγειν ὅτι τὸ ἀναγκαῖον εἶναι τοῦτο ἀδύνατόν ἐστιν εἶναι δεινῶς ἄτοπον· οὐκοῦν τὸ δυνατὸν εἶναι ἕπεται τῷ ἀναγκαῖον εἶναι. ὥστε εἰ μὴ δυνατὸν εἶναι, ἀδύνατον εἶναι. ἐν γὰρ ταῖς ἐκθέσεσι τῶν ἀκολουθουσῶν ἐδείκνυτο ὅτι τῷ οὐ δυνατῷ ἕπεται τὸ ἀδύνατον,
15ὥστε ὅπου θεωρεῖται τὸ οὐ δυνατὸν ἐκεῖ καὶ τὸ ἀδύνατον. εἰ οὖν ἐπὶ τοῦ ἀναγκαῖον εἶναι τὸ οὐ δυνατὸν εἶναι θεωρεῖται καὶ τὸ ἀ‐
δύνατον εἶναι θεωρηθήσεται· ἕπονται γὰρ ἀλλήλαις.

112

Ἀλλὰ μὴν τῷ γε δυνατῷ εἶναι ἀκολουθεῖ τὸ οὐκ ἀδύνατον εἶναι. δείξας ὅτι τῷ ἀναγκαίῳ εἶναι ἕπεται τὸ δυνατὸν εἶναι, νῦν δεί‐ κνυσιν ὅτι τῷ δυνατῷ οὐ δύναται ἀκολουθεῖν τὸ οὐκ ἀναγκαῖον εἶ‐ ναι. τούτῳ δὲ τῷ μὴ ἀναγκαῖον εἶναι οὐχ ὡς αὐτὸς δοξάζων λέ‐
5γει τοῦτο ἀλλὰ κατὰ τὴν ὑπόθεσιν. εἰ γὰρ λέγεις, φησίν, ὅτι τῷ δυνατῷ τὸ οὐκ ἀδύνατον ἕπεται, τούτῳ δὲ τῷ οὐκ ἀδύνατον τὸ οὐκ ἀναγκαῖον ἕπεται, ὡς σὺ φῄς, ὥστε τὸ ἀναγκαῖον εἶναι εὑρε‐ θήσεται μὴ ἀναγκαῖον. πῶς τοῦτο; εἰ γὰρ ἐδείχθη ὅτι τῷ ἀναγ‐ καίῳ ἕπεται τὸ δυνατὸν εἶναι, τοῦτο δὲ δείκνυται ὅτι καὶ τὸ οὐκ
10ἀναγκαῖον εἶναι ἕπεται τῷ δυνατῷ, ὥστε τὰ ἐναντία παρὰ τοῦ αὐ‐ τοῦ ἔσται, ὅπερ ἄτοπον. τὸ δὲ ἄτοπον ἠκολούθησεν ὅτι τῷ δυνα‐ τῷ τὸ οὐκ ἀναγκαῖον ἕπεσθαι ὑπεθέμεθα· οὐ γὰρ δήπου τῷ ἀναγκαῖ‐ ον εἶναι ἠκολούθησεν τὸ ἄτοπον· ἐκεῖνο γὰρ ἐδείχθη. Τῷ μὲν γὰρ ἄμφω ἐνδέχεται. δείξας ὅτι τὸ οὐκ ἀναγκαῖον εἶναι
15οὐχ ἕπεται τῷ δυνατῷ εἶναι, νῦν δείκνυσιν ὅτι οὔτε τὸ ἀναγκαῖ‐ ον εἶναι δύναται ἕπεσθαι αὐτῷ οὔτε τὸ ἀναγκαῖον μὴ εἶναι, διότι
τούτων μὲν ἑκάτερον μίαν ἔχει τὴν ἔκβασιν, ἐκείνῳ δὲ ἐπαμφοτε‐

113

ρίζει· δύναται γὰρ καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι. Λείπεται οὖν ἄρα τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν τῷ δυνατὸν εἶναι. τεττάρων γὰρ οὐσῶν προτάσεων καὶ ἀνάγκης οὔσης μίαν αὐτῶν ἕπεσθαι τῷ δυνατὸν εἶναι ἀποδειχθέντος·
5ὅτι οὖν τῶν τριῶν ἐκείνων οὐδεμία δύναται ἀκολουθεῖν ἀνάγ‐ κη τὴν ὑπολειπομένην ἕπεσθαι. Τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι. ἐπειδὴ β ἐστὶ μέρη τοῦ δυνατοῦ τό τε ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον, φησὶν ὅτι τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἕπεται τοῖς δύο αὐτοῦ
10μέρεσιν τῷ τε ἀναγκαίῳ καὶ τῷ ἐνδεχομένῳ· καὶ γὰρ ὁ λέγων ὅτι τὸ ἀναγκαῖον εἶναι καὶ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀληθεύει καὶ ὁ λέγων ὅτι τὸ ἐνδεχόμενον εἶναι οὐκ ἀναγκαῖον μὴ εἶναι ἀληθεύει, ἀλλὰ μὴν τὸ ἕτερον ψεῦδος τὸ δὲ ἕτερον ἀληθές. Τῇ ἑπομένῃ τῇ οὐ δυνατὸν εἶναι. τίς δὲ εἵπετο τῇ οὐ δυνα‐
15τόν; δῆλον ὅτι ἡ ἀναγκαῖον μὴ εἶναι. ἐὰν οὕτως θῶ τὴν οὐκ
ἀναγκαῖον μὴ εἶναι ὑπὸ τὴν δυνατὸν εἶναι εὑρεθήσονται αἱ τοῦ

114

ἀναγκαίου προτάσεις ἀντικείμεναι. ἐπειδὴ τοίνυν ὤφθησαν ἡμῖν ὀρθῶς ἔχουσαι ἀκολούθως ἐκθώμεθα καὶ ἐπὶ διαγράμματος·

114,col a

(3)

[Start of a diagram]δυνατὸν εἶναι ἐνδεχόμενον εἶναι
5οὐκ ἀδύνατον εἶναι
οὐκ ἀναγκαῖον μὴ εἶναιColumn end

114,col b

(3)

οὐ δυνατὸν εἶναι οὐκ ἐνδεχόμενον εἶναι
5ἀδύνατον εἶναι
ἀναγκαῖον μὴ εἶναιColumn end

114,col c

(7)

δυνατὸν μὴ εἶναι ἐνδεχόμενον μὴ εἶναι οὐκ ἀδύνατον μὴ εἶναι
10οὐκ ἀναγκαῖον εἶναιColumn end

114,col d

(7)

οὐ δυνατὸν μὴ εἶναι οὐκ ἐνδεχόμενον 〈μὴ〉 εἶναι ἀδύνατον μὴ εἶναι
10ἀναγκαῖον εἶναι [End of a diagram]Column end

114

(11)

Ἀπορήσειεν δ’ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται. ἀπορεῖ πῶς ἐγχωρεῖ τὸ δυνατὸν ἕπεσθαι τῷ ἀναγκαίῳ· οὔτε γὰρ δυνάμεθα λέγειν ὅτι οὐχ ἕπεται τὸ δυνατόν· εἰ γὰρ μὴ ἕπεται τὸ λοιπὸν ἕψεται, καὶ ἀκολουθήσει τοῖς οὕτω τιθεμένοις
15τὰ ἀνωτέρω λεχθέντα ἄτοπα. καὶ πάλιν ἐὰν φῶμεν ἕπεσθαι τὸ δυ‐
νατὸν τῷ ἀναγκαῖον ἀπορήσομεν εἰκότως· τὸ γὰρ [το] τοῦ δυνατοῦ

115

τμῆμα τὴν ἐπ’ ἄμφω ἔκβασιν ἐνδέχεται, γενέσθαι καὶ μή. ἐπ‐ άγει οὖν τὴν λύσιν, καί φησιν ὅτι τῆς ἀπορίας αἴτιον ἐγένε‐ το τὸ δυνατὸν ὁμώνυμον ὑπάρχον· λέγεται γὰρ καὶ κατὰ τοῦ ἀναγκαίου καὶ κατὰ τοῦ ἐνδεχομένου, εἶτα ἐφεξῆς τούτοις πα‐
5ραδίδωσιν τὴν διαίρεσιν τοῦ δυνατοῦ “καὶ εἴ τις μὴ ταύτην φήσειεν εἶναι ἀντίφασιν.”
7tἈρχὴ τοῦ ε τμήματος.
8πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει. πέρας ἔ‐ χει τὰ τέσσαρα τμήματα περὶ ὧν κατ’ ἀρχὰς ἔφαμεν αὐτὸν λή‐
10ψεσθαι. ἐντεῦθεν λοιπὸν ἄρχεταί τινα παραδιδόναι θεωρήματα συντείνοντα πρὸς τὸ προκείμενον βιβλίον. ζητεῖ γὰρ ἐπὶ τῶν ἐναντίων πραγμάτων τίς ἀντίκειται μᾶλλον τῇ καταφάσει ἆρα ἡ ἀπόφασις αὐτῆς ἢ ἡ τοῦ ἐναντίου κατάφασις, οἷον τῆς ‘ἐστι λευκὸν‘ καταφάσεως ἀπόφασις ἡ ‘οὐκ ἔστι λευκόν,‘ τὸ δὲ λευ‐
15κὸν καὶ τὸ μέλαν ἐναντία εἰσίν. λέγω οὖν ὅτι ‘ἔστι τόδε τι λευκόν·‘ ζητοῦμεν οὖν ταύτῃ τῇ καταφάσει ποτέρα μᾶλλον ἀντί‐
κειται ἡ ἀπόφασις αὐτῆς ἡ λέγουσα ὅτι ‘οὐκ ἔστι λευκὸν‘ ἢ ἡ

116

κατάφασις 〈τοῦ ἐναντίου〉 αὐτῆς ἡ λέγουσα ὅτι ‘μέλαν ἐσ‐ τίν.‘ ζητῶν οὖν ταῦτα ὁ φιλόσοφος διὰ πολλῶν ἐπιχειρημά‐ των κατασκευάζει ὅτι μᾶλλον ἡ ἀπόφασις ἀντίκειται ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις.
5Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὁρίζεσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος. φησὶν ὅτι τὸ νομίζειν τούτῳ κρίνεσθαι τὰς ἐναντίας δόξας, εἰ περὶ τῶν ἐναντίων δοξάζου‐ σιν, ψεῦδός ἐστιν· εἰ γὰρ οἴεταί τις τὸ ἀγαθὸν εἶναι καὶ τὸ κακόν, οὐκ ἂν λέγοιτο ἐναντίας δόξας ἔχειν, ἀλλ’ εἰ νομίζοι
10τὸ ἀγαθὸν μὴ εἶναι ἀγαθὸν καὶ τὸ κακὸν μὴ εἶναι κακόν, οὗ‐ τος ἂν λέγοιτο ἐναντίας ἔχειν δόξας. Ἔστι δ’ ἄλλο ὃ οὔτε ὑπάρχει οὐδὲ οἷόν τε ὑπάρξαι. οἷον γὰρ ‘Σωκράτης πτερωτός ἐστιν‘ ‘Σωκράτης τραγέλαφός ἐστιν·‘ τὰ τοιαῦτα οὔτε ὑπάρχει τῷ Σωκράτει οὔτε οἷόν τε ὑπάρξαι.
15τῶν οὖν τοιούτων, φησίν, τῶν λεγουσῶν τὸ μὴ ὑπάρχον ὑπάρ‐ χειν αὐτῷ ἢ τὸ ὑπάρχον λεγουσῶν μὴ ὑπάρχειν, οὐδεμίαν τῶν
τοιούτων θετέον ὡς ἐναντίαν τῆς λεγούσης τὸ ἀγαθὸν ἀγαθόν

117

ἐστιν. Ἄπειροι γὰρ ἀμφότεραι. οἷον εἴ τις βουληθείη περὶ τοῦ ἀγα‐ θοῦ εἰπεῖν τὰ μὴ ὑπάρχοντα αὐτῷ ὡς ὑπάρχοντα εὑρήσει πολλά, οἷον τὸ ἀγαθὸν φευκτόν ἐστιν, τὸ ἀγαθὸν μισητόν ἐστιν, τὸ ἀ‐
5γαθὸν ἀνωφελές ἐστιν, καὶ ἄλλα πολλά. πάλιν εἴ τις τὰ ὑπ‐ άρχοντα τῷ ἀγαθῷ λέγοι ὡς μὴ ὑπάρχοντα, οἷον τὸ ἀγαθὸν ἀναι‐ ρετόν ἐστιν, τὸ ἀγαθὸν ἀσύμφορόν ἐστιν, καὶ ὅσα τοιαῦτα. οὐ‐ δεμίαν οὖν τῶν τοιούτων θετέον ὡς ἐναντίαν τῇ τὸ ἀγαθὸν ἀγα‐ θὸν εἶναι λεγούσῃ· ἐναντία γάρ ἐστι τῇ τοιαύτῃ ἡ ἀπόφασις αὐ‐
10τῆς ἡ λέγουσα τὸ ἀγαθὸν ἀγαθὸν μὴ εἶναι, καὶ μᾶλλον αὕτη ἀναι‐ ρεῖ τὴν κατάφασιν. Ἀλλ’ ἐν ὅσαις εἰσὶν ἀπάται· αὗται δὲ ἐξ ὧν αἱ γενέσεις. ἐν τούτοις ἐστὶν ἐναντιότης, φησίν, ἐν οἷς εἰσὶν αἱ ἀπάται, οἷον πόρρωθεν θεασάμενός τις κύνα λέγει ‘ἆρα κύων ἐστὶν ἢ λύκοσ‘
15‘ἵππος ἐστὶν ἢ ἡμίονος;‘ οὐδεὶς λέγει ‘ἵππος ἐστὶν ἢ μύρμηξ;‘ φησὶν οὖν ὅτι ἐν τούτοις ἐστὶν ἐναντιότης ἐν οἷς ἐστὶν καὶ ἀ‐ πάτη· λέγω γὰρ ‘ἄνθρωπός ἐστιν ἢ οὐκ ἔστιν ἄνθρωπος·‘ ὃ περὶ
ἀπόφασιν ἄρα καὶ κατάφασιν θεωρεῖται ἡ ἐναντιότης· περὶ γὰρ

118

ταῦτα αἱ ἀπάται. “αὗται δὲ ἐξ ὧν αἱ γενέσεις·” ἐξ οὐκ ἀνθρώπου γὰρ ἄνθρωπος· τὸ γὰρ γινόμενον ἐκ μὴ ὄντων πρότερον γίνεται, ἐξ οὐκ ἀνθρώπου ἄνθρωπος. αἱ οὖν γενέσεις ἐκ τῶν ἀπατῶν εἰσίν, ἐν δὲ ταῖς ἀπάταις θεωροῦνται. “ἐκ τῶν ἀντικειμένων αἱ γενέσεις·”
5ἀντίκειται ἄνθρωπος τῷ οὐκ ἄνθρωπος· ἐκ μὴ ἀνθρώπου δὲ γίνεται ἄνθρωπος. ὥστε καὶ αἱ γενέσεις καὶ αἱ ἀπάται ἐκ τῶν ἀντικειμέ‐ νων. Εἰ οὖν τὸ ἀγαθὸν καὶ ἀγαθὸν 〈καὶ〉 οὐ κακόν ἐστιν. ἐξ ἀναλο‐ γίας τινὸς θέλει δεῖξαι ὅτι μᾶλλον ἀντίκειται ἀπόφασις ἢ περὶ
10τοῦ ἐναντίου κατάφασις. ἔστι δὲ ἡ ἀναλογία τοιαύτη περὶ τοῦ ἀγαθοῦ· ἀληθές ἐστιν εἰπεῖν ὅτι ἀγαθόν ἐστι καὶ ἀληθὲς εἰπεῖν [Start of a diagram] [End of Table cell] [τὸ ἀγαθὸν ἀγαθόν [End of Table cell] τὸ ἀγαθὸν οὐκ ἀγαθόν [End of Table cell] τὸ ἀγαθὸν κακόν [End of Table cell] τὸ ἀγαθὸν οὐ κακόν [End of Table cell] τὸ οὐκ ἀγαθὸν ἀγαθόν [End of Table cell] τὸ οὐκ ἀγαθὸν οὐκ ἀγαθόν
15[End of Table cell] τὸ οὐκ ἀγαθὸν κακόν [End of Table cell] τὸ οὐκ ἀγαθὸν οὐ κακόν][End of a diagram] ὅτι οὐκ ἔστι κακόν· ἀληθεύομεν μὲν οὖν ἐπὶ ἀμφοτέρων, ἀλλ’
ἐπὶ μὲν τοῦ ἑτέρου καθ’ αὑτὸ ἀληθεύομεν (καθ’ αὑτὸ γὰρ τὸ

119

ἀγαθὸν ἀγαθόν ἐστιν) ἐπὶ δὲ τοῦ ἑτέρου κατὰ συμβεβηκὸς ἀ‐ ληθεύομεν (συμβέβηκε γὰρ τῷ ἀγαθῷ μὴ εἶναι κακῷ). δῆλον οὖν ὅτι ἑκατέρα αὐτῶν ἔχει ἀντικειμένην ὁμοίως ἔχουσαν· ἡ καθ’ αὑτὸ ἀληθεύουσα κατάφασις ἔχει ἀντικειμένην τὴν καθ’ αὑτὸ
5ψευδομένην ἀπόφασιν, ἡ δὲ ἀπόφασις ἡ κατὰ συμβεβηκὸς ἡ ἀλη‐ θεύουσα ἔχει ἀντικειμήνην κατάφασιν κατὰ συμβεβηκὸς ψευδομέ‐ νην τὴν τὸ ἀγαθὸν κακὸν εἶναι λέγουσαν. μᾶλλον δὲ ἰσχυρότε‐ ρα τὰ καθ’ αὑτὰ τῶν κατὰ συμβεβηκός· ἰσχυρότερα ἄρα ἡ ἀπόφα‐ σις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις. δεῖ δὲ ὡς ἔχει ἡ ἑτέρα
10τῶν προτάσεων οὕτως ἔχειν καὶ τὴν ἀντικειμένην αὐτῇ εἴτε κα‐ τὰ συμβεβηκὸς ὑπάρχει εἴτε καθ’ αὑτό. Ἢ γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως ἢ οὐδαμοῦ. φησὶν ὅτι ἢ ἐ‐ πὶ πάντων ἐστὶ τὸ ἀξίωμα τῆς ἀντιφάσεως ἢ οὐδαμοῦ· εἰ οὖν ἐ‐ πὶ τῶν μὴ ἐναντίων διαίρεσις ἀληθῶς καὶ ἀραρότως καὶ ἀναμφι‐
15βόλως, δῆλον ὅτι καὶ ἐπὶ τούτων ὁμοίως ἔχει. Φανερὸν δὲ ὅτι οὐδὲν διοίσει οὐδ’ ἂν καθόλου τιθῶμεν. ἐπειδὴ
ὡς ἐπ’ ἀπροσδιορίστων ἐξήτασεν, ἵνα μὴ οἰηθῇς ἐπὶ τούτων μόνων

120

ὑπάρχειν τὸ τοιοῦτο, φησὶν ὅτι καὶ ἐπὶ τῶν προσδιωρισμένων ἐστὶ τοῦτο. διδάσκει δὲ αὐτὸς σαφῶς πῶς ἐγχωρεῖ. Φανερὸν καὶ ὅτι ἀληθῆ ἀληθεῖ οὐδ’ ἐνδέχεται ἐναντίαν εἶναι. τοῦτο ἐν τοῖς ἀνωτέρω ὡς ἐν παραδρομῇ εἰρηκὼς ἐνταῦθα ἐξετά‐
5ζει καὶ δείκνυσιν πῶς οὐκ ἐγχωρεῖ ἀληθῆ ἀληθεῖ ἐναντίαν εἶναι. εἰ γὰρ τὰ συναληθεύοντα τὰ τῷ αὐτῷ ὑπάρχοντα λέγουσι, τὰ δὲ ἐ‐ ναντία τῷ αὐτῷ οὐχ ὑπάρχει (πλεῖστον γὰρ ἀλλήλων διεστήκασιν)· οὐκ ἄρα δύναται ἀληθὴς ἀληθεῖ ἐναντία εἶναι, διότι οὐδὲ συντρέ‐ χουσιν τὰ ἐναντία ἐν τῷ αὐτῷ, ἵνα καὶ οἱ λόγοι συναληθεύοντες
10δυνηθῶσιν ἐναντίοι εἶναι. ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης τὴν ἀπόφασιν βούλεται ἀντικεῖσθαι μᾶλλον ἤπερ τὴν τοῦ ἐναντίου κατάφασιν, καὶ πάντες οἱ μετ’ αὐτὸν ἑπόμενοι αὐτῷ ἄχρι Συρια‐ νοῦ· πρῶτος δὲ Συριανὸς ὁ φιλόσοφος ἀντεῖπεν καὶ ἀποδείκνυσιν
ψεῦδος ὄν.